previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοὺς κροκοδείλους Αἰγυπτίων οἳ μὲν σέβουσιν, ὡς Ὀμβῖται: καὶ οἷα ἡμεῖς τοὺς θεοὺς τοὺς Ὀλυμπίους ἄγομεν θαυμαστούς, τοιαῦτα καὶ ἐκείνους ἐκεῖνοι. καὶ τῶν τέκνων γε αὐτοῖς ἐξαρπαζομένων πολλάκις οἳ δὲ ὑπερήδονται, καὶ αἵ γε μητέρες τῶν δειλαίων γάννυνται καὶ σεμναὶ περιίασιν, οἷα δήπου τεκοῦσαι θεῷ βορὰν καὶ δεῖπνον. Ἀπολλωνοπολῖται δὲ Τεντυριτῶν μοῖρα σαγηνεύουσι τοὺς κροκοδείλους, καὶ τῶν περσεῶν ῾φυτὰ δέ ἐστιν ἐπιχώριἀ ἐξαρτήσαντες μετεώρους μαστιγοῦσί τε πολλὰς καὶ τὰς ἐξ ἀνθρώπων ξαίνουσι κνυζωμένους καὶ δακρύοντας, εἶτα μέντοι κατακόπτουσιν αὐτοὺς καὶ σιτοῦνται. κύει δὲ ἄρα τὸ ζῷον τοῦτο ἐν ἑξήκοντα ἡμέραις, καὶ τίκτει ᾠὰ ἑξήκοντα, καὶ τοσαύταις ἡμέραις θάλπει αὐτά, σφονδύλους τε ἔχει ἐπὶ τῆς ῥάχεως τοσούτους, νεύροις τε αὐτὸν τοσούτοις φασὶ διεζῶσθαι, λοχεία τε αὐτῷ ἐς τοσοῦτον πρόεισιν ἀριθμόν, καὶ ἔτη βιοῖ ἑξήκοντα ῾λέγω δὲ ταῦτα Αἰγυπτίους φήμας τε καὶ πίστεισ᾽, πάρεστι δὲ καὶ ὀδόντας ἑξήκοντα τοῦδε τοῦ ζῴου ἀριθμεῖν, φωλεῦον δὲ ἄρα καθ᾽ ἕκαστον ἔτος ἑξήκοντα ἡμερῶν ἀτρεμεῖ τε καὶ ἀτροφεῖ. τοῖς δὲ Ὀμβίταις καὶ συνήθεις εἰσί, καὶ μέντοι καὶ ὑπακούουσι καλούντων αὐτῶν οἱ τρεφόμενοι ἐν ταῖς λίμναις ταῖς ὑπ᾽ αὐτῶν πεποιημέναις. κομίζουσι δὲ ἄρα αὐτοῖς κεφαλὰς τῶν ζῴων τῶν θυομένων ῾αὐτοὶ γὰρ οὐκ ἂν γεύσαιντο τοῦδε τοῦ μέρουσ᾽ καὶ ἐμβάλλουσιν αὐτάς, οἳ δὲ περὶ ταύταις πηδῶσιν. οἵ γε μὴν Ἀπολλωνοπολῖται μισοῦσι κροκόδειλον, λέγοντες τὸν [p. 253] Τυφῶνα ὑποδῦναι τὴν τούτου μορφήν. οἳ δὲ οὐ ταύτην φασὶ τὴν αἰτίαν, Ψαμμύντου δὲ βασιλέως ἀγαθοῦ καὶ δικαίου ἐς τὰ ἔσχατα ἁρπάσαι θυγατέρα κροκόδειλον, εἶτα μέντοι μνήμῃ τοῦ τότε πάθους μισεῖν τὸ φῦλον αὐτῶν πᾶν καὶ τοὺς κάτω τοῦ χρόνου γεγενημένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: