previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἶδος τῇ φύσει τοῦ λόγου: τὰ μὲν γὰρ μέλανα ὠκύπτερα τῷ τε σιγωμένῳ καὶ ἔνδον ἐπιστρεφομένῳ λόγῳ παραβάλλοιτο ἄν, τὰ δὲ λευκὰ τῷ προφερομένῳ τε [p. 258] καὶ ἀκουομένῳ ἤδη καὶ ὑπηρέτῃ τοῦ ἔνδον καὶ ἀγγέλῳ, ὡς ἂν εἴποις. ὡς μὲν οὖν μακροβιώτατόν ἐστι τὸ ζῷον καὶ δὴ εἶπον: λέγει δὲ Ἀπίων καὶ ἐπάγεται τοὺς ἐν Ἑρμοῦ πόλει ἱερέας μάρτυρας δεικνύντας οἱ ἶβιν ἀθάνατον. τοῦτο μὲν οὖν καὶ ἐκείνῳ δοκεῖ τῆς ἀληθείας ἀφεστάναι πάμπολυ, καὶ ἐμοὶ δὲ πάντως ἂν καταφαίνοιτο ψευδές. ἔστι δὲ τὴν φύσιν θερμότατον ἶβις, πολυβορώτατον γοῦν ὂν καὶ κακοβορώτατον, εἴγε ὄφεις σιτεῖται καὶ σκορπίους. ἀλλὰ τὰ μὲν πέττει ῥᾳδίως, τὰ δὲ εὐκολώτατα ἀποκρίνει. ἴδοι δ᾽ ἄν τις νοσοῦσαν ἶβιν σπανιώτατα. πανταχοῦ δὲ καθιεῖσα ἶβις τὸ ῥάμφος, τῶν ῥυπαρῶν καταφρονοῦσα καὶ ἐμβαίνουσα αὐτοῖς ὑπὲρ τοῦ καὶ ἐκεῖθέν τι ἀνιχνεῦσαι, ὅμως δ᾽ οὖν ἐς κοῖτον τρεπομένη λούει τε πρότερον ἑαυτὴν καὶ ἐκκαθαίρει. νεοττεύει δὲ ἐπὶ τῶν φοινίκων τοὺς αἰλούρους ἀποδιδράσκουσα: οὐ γάρ τί που ῥᾳδίως ἐκεῖνο τὸ ζῷον ἀναρριχᾶται καὶ ἀνέρπει κατὰ τοῦ φοίνικος, ἐκ τῶν ἐξοχῶν τῶν ἐπὶ τοῦ πρέμνου πολλάκις ἀντικρουόμενόν τε καὶ ἐκβαλλόμενον. καὶ ἐκεῖνα δὲ κυνοκεφάλων εἰπεῖν ἐπὶ στόμα μοι νῦν ἀφίκετο. εἰ λάβοι κυνοκέφαλος τρωκτὰ σὺν τοῖς ὀστράκοις, ῾ἀμυγδάλας φημὶ καὶ τὰς τῶν δρυῶν βαλάνους καὶ κάρυἀ, ἐκλέπει τε καὶ καθαίρει, καταγνὺς πρότερον πάνυ συνετῶς, καὶ οἶδεν ὅτι ἄρα τὸ μὲν ἔνδον ἐδώδιμόν ἐστι, τὰ δὲ ἔξω ἐκβάλλειν χρή. πίνει δὲ οἴνου, καὶ παραθέντων ἑφθὰ κρέα καὶ ὀπτὰ ἐμπίπλαται, καὶ τοῖς μὲν ἡδυσμένοις χαίρει, τοῖς δὲ ἀσπουδάστως ἑφθοῖς πάνυ ἄχθεται. φείδεται δὲ καὶ ἐσθῆτος ἐνδὺς αὐτήν, καὶ τὰ ἄλλα δρᾷ ὅσα ἀνωτέρω εἶπον. θηλῇ δὲ γυναικὸς εἰ προσαγάγοις ἔτι νήπιον, σπάσει τοῦ γάλακτος ὡς παιδίον. [p. 259]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: