previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὴν δὲ θέρμουθιν ἀσπίδα, ὄνομα ἔθεντο Αἰγύπτιοι τοῦτο, ἱερὰν εἶναί φασι, καὶ σέβουσιν αὐτὴν οἱ ἐκεῖθι, καὶ τῆς Ἴσιδος τὰ ἀγάλματα ἀναδοῦσι ταύτῃ, ὥς τινι διαδήματι βασιλείῳ. λέγουσι δὲ αὐτὴν ἐπὶ δηλήσει τῶν ἀνθρώπων καὶ βλάβῃ μὴ φῦναι: ἐκεῖνο δὲ τερατεύονται, φείδεσθαι μὲν αὐτὴν τῶν ἀγαθῶν, τοὺς δὲ ἀσεβοῦντας ἀποκτιννύναι. εἰ δὲ ταῦθ᾽ οὕτως ἔχει, τοῦ παντὸς ἂν Δίκη τιμήσαιτο τήνδε τὴν ἀσπίδα, τιμωροῦσαν αὐτῇ καὶ ὁρῶσαν ὀξύτατα. οἳ δὲ ἐπιλέγουσιν ὅτι Ἶσις τοῖς τὰ μέγιστα πλημμελήσασιν ἐπιπέμπει αὐτήν. λέγουσι δὲ αὐτὴν Αἰγύπτιοι μόνην ἀσπίδων ἀθάνατον εἶναι, ἑκκαίδεκα γένη καὶ διαφορότητας τοῦδε τοῦ ζῴου καταλέγοντες. ἔν τε τοῖς ἱεροῖς, ὡς οἱ αὐτοί φασι, καθ᾽ ἑκάστην γωνίαν θαλάμας τινὰς καὶ σηκώδεις ὑποδρομὰς ἐξοικοδομοῦντες εἶτα μέντοι θερμούθεις ἐσῴκιζον, στέαρ μόσχειον βορὰν παρατιθέντες ἐκ διαστημάτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: