previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γλαῦξ ἐπί τινα σπουδὴν ὡρμημένῳ ἀνδρὶ συνοῦσα καὶ ἐπιστᾶσα οὐκ ἀγαθόν σύμβολόν φασι. μαρτύριον δέ, Ἠπειρώτης Πύρρος νύκτωρ εὐθὺ τοῦ Ἄργους ᾔει, καὶ αὐτῷ ἐντυγχάνει ἥδε ὄρνις καθημένῳ μὲν ἐπὶ τοῦ ἵππου, φέροντί γε μὴν τὸ δόρυ ὀρθόν. εἶτα ἐπὶ τούτου ἑαυτὴν ἐκάθισεν, οὐδὲ ἀπέστη, δορυφοροῦσα οὐ χρηστὴν τὴν δορυφορίαν ὄρνις προειρημένη τήνδε. παρῆλθε γοῦν Πύρρος ἐς τὸ Ἄργος, καὶ ἀκλεέστατα ἀνθρώπων ἀπέθανεν. ἔνθεν μοι δοκεῖ καὶ Ὅμηρος εἰδὼς καλῶς τῆς ὄρνιθος τὸ οὐδαμῆ εὐσύμβολον ἐρωδιὸν μὲν τὸν ἐκ τῶν ποταμῶν ἀνεῖναι τοῖς ἀμφὶ τὸν Διομήδην τὴν Ἀθηνᾶν φάναι, ὅτε ἀπῄεσαν κατασκεψόμενοι τὰ τῶν Τρώων, μὴ μέντοι τὴν γλαῦκα, εἰ καὶ δοκεῖ φίλη εἶναι αὐτῇ. ὅτι δὲ Ἰλιὰς γῆ ἔνδροσός τε καὶ κατάρρυτός ἐστιν, Ὅμηρος τεκμηριῶσαι ἱκανὸς ἐν τοῖς πρὸ τῆς τειχομαχίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: