previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ ταῦτα μέντοι κυνῶν προσακήκοα. τὰ σκυλάκια τυφλὰ τίκτεται, καὶ οὐχ ὁρᾷ τῆς μητρῴας ὠδῖνος προελθόντα. καὶ τρισκαίδεκα ἡμερῶν τῶν πρώτων κατείληπται τῷ πάθει τῷδε, ὅσων καὶ σελήνη οὐ φαίνει νύκτωρ, εἶτα μέντοι ζῴων ὀξυωπέστατος γίνεται κύων. τιμῶσι δὲ αὐτὸν Αἰγύπτιοι, καὶ νομόν τινα ἐκάλεσαν ἐξ αὐτοῦ, καὶ τῆς γε τιμῆς διπλῆν [p. 264] εἶναι τὴν αἰτίαν φασί, τὴν μὲν λέγουσαν ὅτι ἄρα τῆς Ἴσιδος ζητούσης πανταχόσε τὸν Ὄσιριν κύνες προηγούμενοι τὰ μὲν ἐπειρῶντο συνανιχνεύειν αὐτῇ τὸν παῖδα, τὰ δὲ ἀναστέλλειν τὰ θηρία: δὲ ἑτέρα, ὅτι ἄρα ἤδη μὲν ἀνατέλλει τὸ ἄστρον κύων, ὃν Ὠρίωνος φήμη γενέσθαι λέγει, συνανίσχει δὲ αὐτῷ τρόπον τινὰ καὶ Νεῖλος ἐπιὼν ἐς τὴν ἀρδείαν τῆς γῆς τῆς Αἰγυπτίας, καὶ ἀναχεῖται περὶ τὰς ἀρούρας. ὡς οὖν ἄγοντα τόδε τὸ γόνιμον ὕδωρ καὶ παρακαλοῦντα τιμῶσιν Αἰγύπτιοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: