previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


παρατριβομένας πρὸς τὸ δάπεδον. τοὺς νομέας δὲ εἶναι ἀγαθοὺς χειρουργεῖν οὐ πέρα τῶν ἁμαξίδων, αἳ ὑπερείδουσι τὰς οὐρὰς τῶνδε τῶν κτηνῶν, ὥστε ἀποστέγειν τὴν ἕλκωσιν αὐταῖς. τὰς δὲ οἶς τὰς ἑτέρας φησὶ πλατείας φορεῖν, πλατύνεσθαι δὲ καὶ ἐς πῆχυν αὐτάς. οἱ κοχλίαι ἴσασιν εἶναί σφισι πολεμίους τοὺς πέρδικας καὶ τοὺς ἐρωδιούς, καὶ αὐτοὺς ἀποδιδράσκουσιν, οὐδ᾽ ἂν ἴδοις ἔνθα οὗτοι νέμονται κοχλίας διέρποντας. οἱ δὲ καλούμενοι τῶν κοχλιῶν ἀρείονες, οὗτοι μὲν καὶ ἀπατῶσι καὶ περιέρχονταί τινι φυσικῇ σοφίᾳ τοὺς προειρημένους. τῶν γὰρ συμφυῶν ὀστράκων προελθόντες αὐτοὶ μὲν νέμονται κατὰ πολλὴν τὴν ἄδειαν, οἱ δὲ ὄρνιθες οὓς εἶπον ἐπὶ τὰ κενὰ τῶν ὀστράκων ὡς ἐπ᾽ αὐτοὺς ἐκείνους καταπέτονται, οὐδὲν δὲ εὑρόντες ἀπέρριψαν ὡς ἀχρεῖά σφισι καὶ ἀνεχώρησαν: οἳ δὲ ἐπανελθόντες εἶτα ἕκαστος ἐς τὴν ἰδίαν οἰκίαν παρῆλθε, κεκορεσμένος μὲν ἐκ τῆς νομῆς, σωθεὶς δὲ ἐξ ἧς ἠπάτησε πλάνης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: