previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἶτα κύκνων μὲν τῶν Ῥιπαίων τῶν ἐν τοῖς Ὑπερβορέοις, ἐπεὶ λατρεύουσι τῷ Διὸς καὶ Λητοῦς ὁσημέραι φιλοπόνως, ἐποιησάμην μνήμην, ταύρου δὲ ἱεροῦ, ὅνπερ οὖν ἐκθεοῦσιν Αἰγύπτιοι, οὐκ ἐροῦμεν τὰ ἴδια; καὶ πῶς ἡμᾶς οὐκ ἂν μέμψαιτο καὶ συγγραφὴ καὶ φύσις, ἧς καὶ τοῦτο ἔργον τε καὶ δῶρον; ἀλλὰ μήσιός γε οὐδὲ ταύτῃ ῥᾴθυμον, καὶ εἰκότως εἰρήσεται καὶ θεολογία ἥδε. θεὸς Αἰγυπτίοις ἐναργέστατος Ἆπις εἶναι πιστεύεται. γίνεται δὲ ἐκ βοός, ἐς ἣν οὐράνιον σέλας ἐμπεσὸν σπορᾶς αἴτιόν ἐστι τῷ προειρημένῳ. καὶ Ἕλληνες μὲν αὐτὸν καλοῦσιν Ἔπαφον, καὶ γενεαλογοῦσίν οἱ μητέρα Ἰὼ τὴν Ἀργείαν τὴν Ἰνάχου: Αἰγύπτιοι δὲ ἐκβάλλουσι τὸν λόγον ὡς ψευδῆ, καὶ χρῶνται τῷ χρόνῳ μάρτυρι. φασὶ γὰρ Ἔπαφον μὲν ὀψὲ καὶ κάτω γενέσθαι, τὸν δὲ Ἆπιν τὸν πρῶτον μυριάδας ἐτῶν παμπόλλας τὴν ἐς ἀνθρώπους ἐπιδημίαν προειληφέναι. σημεῖα δὲ αὐτοῦ καὶ γνωρίσματα λέγει μὲν καὶ Ἡρόδοτος καὶ Ἀρισταγόρας, οὐχ ὁμολογοῦσι δὲ αὐτοῖς Αἰγύπτιοι: ἐννέα καὶ εἴκοσι γὰρ αὐτὰ εἶναί φασι καὶ ἐμπρέπειν τῷδε τῷ ἱερῷ βοΐ. τίνα δὲ ταῦτά ἐστι καὶ ὅπως διέσπαρται κατὰ τοῦ σώματος τοῦ ζῴου, καὶ ὅντινα τρόπον οἱονεὶ διήνθισται αὐτοῖς, ἀλλαχόθεν εἴσεσθε: ὅτου δὲ τῶν ἀστέρων ἕκαστον σημεῖον διὰ συμβόλων αἰνίττεται τὴν φύσιν, Αἰγύπτιοι τεκμηριῶσαι ἱκανοί. καὶ γὰρ τοι καὶ τὴν ἄνοδον τὴν τοῦ Νείλου ὑποδηλοῦν σημεῖά φασι καὶ τὸ τοῦ κόσμου σχῆμα: ἀλλ᾽ ὄψι τι καὶ σύμβολον, ὡς ἐκεῖνοι λέγουσιν, ὅπερ οὖν αἰνίττεται τοῦ φωτὸς εἶναι τὸ σκότος πρεσβύτερον. καὶ τὸ μηνοειδὲς τῆς σελήνης κατηγορεῖ σχῆμα τῷ συνιέντι σημεῖον ἄλλο, καὶ ἄλλα δὲ ἐπὶ τούτοις ἄλλων αἰνίγματα βεβήλοις τε καὶ ἀμαθέσιν ἱστορίας [p. 274] θεοπρεποῦς οὐκ εὐσύμβολα ταῦτα ὀφθαλμοῖς ὄντα. ὅταν δὲ διαρρεύσῃ φήμη τὸν θεὸν Αἰγυπτίοις τετέχθαι λέγουσα, τῶν γραμματέων τῶν ἱερῶν τινες, οἷσπερ οὖν μάθημα παιδὶ ἐκ πατρὸς παραδοθὲν ἀκριβοῦν τὸν ὑπὲρ τῶν σημείων ἔλεγχον, ἥκουσιν ἐνταῦθα, οὗ τῆς θεοφιλοῦς βοὸς τὸ βρέφος ἐτέχθη, καὶ κατά γε τὴν ὑφήγησιν τὴν Ἑρμοῦ τὴν πρεσβυτάτην οἰκίαν ἐγείρουσιν, ἔνθα δήπου καὶ διαιτήσεται τήν γε πρώτην, ἐς ἡλίου μὲν. ἀνατολὰς ὁρῶσαν, τροφὰς δὲ τὰς τοῦ βρέφους ὑποδέξασθαι καὶ μάλα γε ἱκανήν: τεττάρων γὰρ δεῖ μηνῶν ἐν γάλαξι τόνδε εἶναι τὸν μόσχον. ἐπὰν δὲ γένηται ἐκτραφείς, ἐνταῦθά τοι ὑπανισχούσης σελήνης νέας ἀπαντῶσι γραμματεῖς ἱεροὶ καὶ προφῆται, καὶ μέντοι καὶ ναῦν ἀνὰ ἔτος ἐς τοῦτο τῷδε τῷ δαίμονι ἱερὰν κοσμοῦσι, καὶ ταύτῃ πορθμεύουσιν αὐτὸν ἐς Μέμφιν, ἔνθα φίλτατα ἤθη αὐτῷ καὶ διατριβαὶ κεχαρισμέναι καὶ ἐνηβητήρια καὶ δρόμοι καὶ κονίστραι καὶ γυμνάσια καὶ θηλειῶν βοῶν ὡραίων οἶκοι καὶ φρέαρ καὶ κρήνη ποτίμου νάματος: οὐ γάρ οἵ φασιν οἱ θεραπευταί τε καὶ ἱερεῖς λυσιτελεῖν ἀεὶ Νειλῴου πίνειν: καὶ γὰρ πιαίνεσθαι γλυκέος τούτου τοῦ ῥεύματος καὶ ἐς ὄγκον σαρκῶν ὄντος ἀγαθοῦ. πομπὰς δὲ ἃς πέμπουσι, καὶ ἱερουργίας ἃς ἐπιτελοῦσι τοῦ νέου δαίμονος τὰ θεοφάνια θύοντες Αἰγύπτιοι, καὶ χορείας ἃς χορεύουσι, καὶ θαλίας καὶ πανηγύρεις ἃς ἐπιτελοῦσι, καὶ ὅπως αὐτοῖς καὶ πόλις ἅπασα καὶ κώμη δι᾽ εὐφροσύνης ἔρχεται, μακρὰ ἂν εἴη λέγειν. ἐκεῖνος δέ, ἐν ὅτου τῇ ἀγέλῃ τόδε τὸ θεῖον ἐγένετο ζῷον, δοκεῖ τε εὐδαίμων καὶ ἔστιν, ἄγουσί τε Αἰγύπτιοι θαυμαστόν γε αὐτόν. μάντις δὲ ἦν ἄρα ἀγαθὸς Ἆπις, οὐ καθίζων μὰ Δία κόρας πρεσβυτέρας γυναῖκας ἐπί τινων τριπόδων, οὐδὲ [p. 275] μὴν πώματος ἱεροῦ ἐμπιπλάς, ἀλλ᾽ μέν τις εὔχεται τῷ θεῷ τῷδε, παῖδες δὲ ἀθύροντες ἔξω καὶ πρὸς αὐλοὺς σκιρτῶντες, ἐπίπνοοι γενόμενοι σὺν τῷ ῥυθμῷ αὐτὰ ἕκαστα προλέγουσιν, ὡς εἶναι ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ τὰ λεχθέντα. εἰκάζουσι δὲ ἄρα καὶ τῷ Ὥρῳ αὐτὸν Αἰγύπτιοι, ὅνπερ οὖν πεπιστεύκασι φορᾶς καρπῶν καὶ εὐετηρίας αἰτιώτατον ἁπάσης. ἔνθεν τοι καὶ ὑπὲρ τῆς πολυχροίας αὐτοῦ φιλοσοφοῦσι, τὸ ποικίλον τῶν καρπῶν ὑπαινιττόμενοι διὰ συμβόλων. λέγει δέ τις τῶν προφητῶν λόγος οὐ πᾶσιν ἔκπυστος ὅτι ἄρα Μῆνις τῶν Αἰγυπτίων βασιλεὺς ἐπενόησε ζῷον ὥστε σέβειν ἔμψυχον, εἶτα μέντοι προείλετο ταῦρον, ἁπάντων ὡραιότατον εἶναι αὐτὸν πεπιστευκὼς καὶ τῆς γε Ὁμήρου κρίσεως τῆς ὑπὲρ τούτων κατ᾽ ἴχνια ἰὼν Μῆνίς φασιν. εἰπεῖν γὰρ καὶ Ὅμηρον ἐν Ἰλιάδι

ἠύτε βοῦς ἀγέληφι μέγ᾽ ἔξοχος ἔπλετο πάντων
ταῦρος: γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι.
οἷα δὲ ἐς μυθολογίαν ὑπὲρ τοῦδε τοῦ ζῴου ἐκτρέπουσιν Αἰγύπτιοι οἱ τὰ περὶ τῶν ζῴων γράψαντες, οὔ μοι δοκεῖ φίλα εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: