previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἴδια δὲ ἄρα τῶν ζῴων καὶ ταῦτά ἐστιν. ταὼς ὑπὲρ τοῦ μὴ βασκανθῆναι λίνου ῥίζαν οἱονεὶ περίαπτόν τι φυσικὸν ἀναζητήσας, ὑπὸ τῇ ἑτέρᾳ πτέρυγι βύσας περιφέρει. λέγεται δὲ καὶ ἵππος τὰ οὖρα εἰ ἐπισχεθείη, παρθένος λύσασα ἣν φορεῖ ζώνην ἐὰν αὐτὸν παίσῃ κατὰ τοῦ προσώπου τῇ ζώνῃ, παραχρῆμα ἐξουρεῖν ἀθρόως καὶ τῆς ὀδύνης παύεσθαι. θήλειαν δὲ ἵππον ἐς ἀφροδίσια λυττήσασαν πάνυ σφόδρα παῦσαι ῥᾳδίως ἔστιν, ὡς Ἀριστοτέλης λέγει, εἴ τις αὐτῆς ἀποκείρειε τὰς κατὰ τοῦ τένοντος τρίχας: αἰδεῖται γάρ, καὶ οὐκ ἀτακτεῖ, καὶ παύεται τῆς ὕβρεως καὶ τοῦ σκιρτήματος τοῦ πολλοῦ, κατηφήσασα ἐπὶ τῇ αἰσχύνῃ. τοῦτό τοι καὶ Σοφοκλῆς αἰνίττεται ἐν τῇ Τυροῖ τῷ δράματι: πεποίηται δέ οἱ αὕτη λέγουσα, καὶ λέγει ταῦτά ἐστιν

κόμης δὲ πένθος λαγχάνω πώλου δίκην,
ἥτις συναρπασθεῖσα βουκόλων ὕπο
μάνδραις ἐν ἱππείαισιν ἀγρίᾳ χερὶ
θέρος θερισθῇ ξανθὸν αὐχένων ἄπο,
σπάσουσα δ᾽ ἐν λειμῶνι ποταμίων ποτῶν
ἴδῃ σκιᾶς εἴδωλον αἰκισθεῖσ᾽ ὑπὸ
κουραῖς ἀτίμως διατετιλμένης φόβης.
φεῦ, κἂν ἀνοικτίρμων τις οἰκτείρειέ νιν [p. 281]
πτήσσουσαν αἰσχύνῃσιν, οἷα μαίνεται
πενθοῦσα καὶ κλαίουσα τὴν πάρος φόβην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: