previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


νῆες συναπώλοντο τῇ προειρημένῃ. χρῆται δὲ ἅμα ἐς τιμωρίαν τῶν ἀσεβῶν ἀνδρῶν ὑπηρέταις τοῖς ζῴοις Δίκη. καὶ τὸ μαρτύριον, Παντακλῆς Λακεδαιμόνιος ἀναστείλας διὰ τῆς Σπάρτης ἐλθεῖν τοὺς ἐς Κύθηρα ἀπιόντας τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν, εἶτα καθήμενος ἐν τῷ ἐφορείῳ ὑπὸ κυνῶν διεσπάσθη. ἐν Σικελίᾳ Ἀδρανός ἐστι πόλις, ὡς λέγει Νυμφόδωρος, καὶ ἐν τῇ πόλει ταύτῃ Ἀδρανοῦ νεώς, ἐπιχωρίου δαίμονος: πάνυ δὲ ἐναργῆ φησιν εἶναι τοῦτον. καὶ τἄλλα μὲν ὅσα ὑπὲρ αὐτοῦ λέγει, καὶ ὅπως ἐμφανής ἐστι καὶ ἐς τοὺς δεομένους εὐμενής τε ἅμα καὶ ἵλεως, ἄλλοτε εἰσόμεθα: νῦν δὲ [p. 282] ἐκεῖνα εἰρήσεται. κύνες εἰσὶν ἱεροί, καὶ οἵδε θεραπευτῆρες αὐτοῦ καὶ λατρεύοντές οἱ, ὑπεραίροντες τὸ κάλλος τοὺς Μολοττοὺς κύνας καὶ σὺν τούτῳ καὶ τὸ μέγεθος, χιλίων οὐ μείους τὸν ἀριθμόν. οὐκοῦν οὗτοι μεθ᾽ ἡμέραν μὲν αἰκάλλουσί τε καὶ σαίνουσι τοὺς ἐς τὸν νεὼν καὶ τὸ ἄλσος παριόντας, εἴτε εἶεν ξένοι εἴτε ἐπιχώριοι: νύκτωρ δὲ τοὺς μεθύοντας ἤδη καὶ σφαλλομένους κατὰ τὴν ὁδὸν οἳ δὲ πομπῶν δίκην καὶ ἡγεμόνων μάλα εὐμενῶς ἄγουσι, προηγούμενοι ἐς τὰ οἰκεῖα ἑκάστῳ, καὶ τῶν μὲν παροινούντων τιμωρίαν ἀρκοῦσαν ἐσπράττονται: ἐμπηδῶσι γὰρ καὶ τὴν ἐσθῆτα αὐτοῖς καταρρηγνύουσι, καὶ σωφρονίζουσιν ἐς τοσοῦτον αὐτούς: τούς γε μὴν πειρωμένους λωποδυτεῖν διασπῶσι πικρότατα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: