previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ γίνεται ἰχθὺς πλατὺς τὸ σχῆμα κατὰ τὴν βούγλωττον, ὥς φασι. καὶ φολίδας μὲν οὐ σφόδρα τραχύς ἐστι προσαψαμένῳ, τὴν χρόαν δὲ ὑπόχρυσός ἐστι, μελαίναις τε γραμμαῖς ἐς τὸ οὐραῖον ἀπὸ τῆς κεφαλῆς ἄκρας καταγέγραπται. εἴποι τις ἂν αὐτὰς εἶναι χορδὰς ἐντεταμένας: ἔνθεν τοι καὶ ἰχθὺς αὐτὸς κιθαρῳδὸς κέκληται. τὸ στόμα δὲ αὐτῷ συνίζει καὶ ἔστι μέλαν ἰσχυρῶς, ζώνῃ γε μὴν κροκοειδεῖ κατείληπται: πεποίκιλται δέ οἱ κορυφὴ διαφόρως τῇ τε χρυσοειδεῖ αὐγῇ καὶ μέντοι καὶ μελαίναις τισὶ περιγραφαῖς. καὶ πτερύγια χρυσοειδῆ ἔχει, μέλαινα δὲ αὐτῷ οὐρὰ πλὴν τῶν ἄκρων: ταῦτα δὲ λευκὰ ἰσχυρῶς. καὶ ἄλλοι δὲ ᾄδονται κιθαρῳδοὶ τίκτεσθαι. καί εἰσι πορφυροῖ μὲν τὸ πᾶν σῶμα, γραμμὰς ἐκ διαστημάτων ἔχοντες χρυσᾶς: ζώνας δ᾽ ἔχουσιν ἐπὶ τῇ κεφαλῇ ἴοις τοῖς ἄνθεσι παραπλησίας, τὴν μὲν πρὸ τῶν ὀφθαλμῶν μέχρι τῶν βραγχίων καθέρπουσαν, τὴν δὲ μετὰ τοὺς ὀφθαλμοὺς ἐς τὸ ἥμισυ τῆς κεφαλῆς προχωροῦσαν, τὴν δὲ περιθέουσαν κατὰ τῆς δέρης ὡς ὅρμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: