previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἴδιον δὲ ἄρα τῶν ζῴων καὶ ἐκεῖνο ἀγαθόν. πρόνοιαν [p. 285] αὐτῶν οἱ θεοὶ ποιοῦνται, καὶ οὔτε αὐτῶν καταφρονοῦσιν οὔτε μὴν ὀλιγώρως ἔχουσιν. εἰ γὰρ καὶ ἀμοιρεῖ λόγου, ἀλλὰ γοῦν συνέσεως καὶ τῆς καθ᾽ ἑαυτὰ σοφίας οὐκ ἀτυχεῖ. ὅπως οὖν καὶ αὐτὰ φιλεῖται θεοῖς ἐρῶ, καὶ εἰ μὴ πολλὰ ἐκ πολλῶν, ὅσα δ᾽ οὖν ἀποχρήσει. ἀνὴρ ἱππεύς, Ληναῖος τὸ ὄνομα, ἵππον εἶχεν ἰδεῖν μὲν ὡραῖον, δραμεῖν δὲ ὤκιστον, τὸν δὲ θυμὸν ἀνδρειότατον: καὶ ἀγαθὸν μὲν ἐν ταῖς ἐπιδείξεσι τὴν ἱππείαν περιδραμεῖν τὴν δεδιδαγμένην, καρτερικὸν δὲ ἐν αὐτῷ τῷ πολέμῳ, καὶ διῶξαι ἔνθα ἦν καιρὸς καὶ ἀναχωρῆσαι ὅπου αὐτὸν χρεία παρεκάλει πάνυ γεννικόν. οὐκοῦν ἐκ τούτων ἁπάντων μὲν κτῆμα ἦν ἀγαθόν, δὲ εὐκλεέστατος ἐν τοῖς ὁμοτέχνοις ἱππεῦσιν ἐδόκει. τοίνυν ἵππος τοιοῦτος τὴν ἱππικὴν ἀρετὴν θατέρῳ τοῖν ὀφθαλμοῖν τῷ δεξιῷ ὑπό τινος πληγῆς προσπεσούσης ὁρᾶν ἀδύνατος ἦν. οὐκοῦν Ληναῖος ὁρῶν ἑαυτοῦ σαλεύουσαν τὴν πᾶσαν ἐλπίδα ἐν τῷ τοῦ ἵππου τοῦ εὐγενοῦς ἐκείνου πάθει, ἐπεὶ καὶ ἀσπὶς ἱππικὴ τὸν λαιὸν ὀφθαλμόν οἱ ἔσκεπε τὸν μόνον ὁρῶντα, ἐς τοῦ Σαράπιδος ἔρχεται, θεράπευμα ἀνάγων καὶ μάλα ἄηθες τὸν ἵππον, καὶ δεῖται τοῦ θεοῦ ὡς ὑπὲρ ἀδελφοῦ τινος υἱοῦ Ληναῖος τοῦ ἵππου οἰκτεῖραι τὸν ἱκέτην, καὶ ταῦτα ἀδικήσαντα οὐδὲ ἕν. εἶναι γάρ τοι ἀνθρώπους σφίσι κακῶν αἰτίους δράσαντάς τι ἀσεβὲς εἰπόντας τι ἀπόφημον: ῾ἵππου δἒ ἔλεγε ῾ποία μὲν θεοσυλία, φόνος δὲ τίς, βλασφημία δὲ πῶς πόθεν;᾿ ἐμαρτύρατο δὲ τὸν θεὸν καὶ αὐτὸς ὡς οὐδεπώποτε οὐδένα οὐδὲν ἀδικήσας, καὶ διὰ ταῦτα τὸν συστρατιώτην οἱ καὶ φίλον ἐδεῖτο τῆς ὀφθαλμίας ἀπαλλάξαι. δὲ οὐχ ὑπερορᾷ οὐδὲ ἐξεφαύλισε τὸν ἄλογόν τε καὶ ἄφωνον ἰάσασθαι, ὢν τοσοῦτος θεός, [p. 286] καὶ διὰ ταῦτα οἰκτείρει καὶ τὸν νοσοῦντα καὶ τὸν δεόμενον ὑπὲρ αὐτοῦ, καὶ δίδωσιν ἴασιν μὴ καταιονεῖν μὲν τὸν ὀφθαλμόν, πυριάσεσι δὲ αὐτὸν ἀλεαίνειν μεσούσης ἡμέρας ἐν τῷ τοῦ νεὼ περιβόλῳ. καὶ ταῦτα μὲν ἐπράττετο, ἐρρώσθη δὲ τῷ ἵππῳ τὸ ὄμμα. καὶ μὲν Ληναῖος χαριστήριά τε καὶ ζωάγρια ἀπέθυεν, δὲ ἵππος ἐσκίρτα τε καὶ ἐφριμάττετο καὶ ἐδόκει μείζων τε καὶ ὡραιότερος, καὶ ἦν φαιδρὸς καὶ τῷ βωμῷ προσθέων ἐκυδροῦτο, καὶ μέντοι καὶ πρὸς τοῖς ἀναβαθμοῖς καλινδούμενος ἑωρᾶτο τῷ θεῷ τῷ σωτῆρι χαριστήρια ἐκτίνων, ᾗπερ οὖν ἔσθενεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: