previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῶν δὲ Ἰνδικὸν δῶρον λαβὼν τῶν Αἰγυπτίων βασιλεύς, ταώνων ἰδεῖν μέγιστόν τε καὶ ὡραιότατον, οὐκ ἀξιοῖ σὺν τοῖς ἀγελαίοις τρέφειν, ὡς οἰκίας ἄθυρμα αὐτὸν εἶναι γαστρὸς χάριν, ἀλλὰ ἀνάπτει τῷ Πολιεῖ Διί, κρίνας ἀνάθημα ἐπάξιον τῷ θεῷ τὸν ὄρνιν τὸν προειρημένον. ἐρᾷ τοῦτον συλλαβεῖν ἄσωτος νεανίας καὶ πάνυ γε πλούσιος καὶ ποιήσασθαι δεῖπνον: ἀεὶ γὰρ τῇ γαστρὶ ἐχαρίζετο καὶ ἐξ ἁπάσης αἰτίας ἄσωτος οὗτος, τὸ ποικίλον τῆς τροφῆς καὶ τὸ σὺν κινδύνῳ πορισθὲν καὶ τὸ ἐωνημένον πολλῶν πόνων λαιμαργίας καὶ βδελυρίας ὑπερβολῇ κέρδος ἡγούμενος ἐς ἡδονήν. μισθὸν οὖν τῆς θεοσυλίας ἁδρὸν προτείνει τινὶ τῶν τοῦ θεοῦ θεραπευτήρων, καὶ ὑπισχνεῖται καὶ ἄλλον. δὲ ἐλπίδι κουφισθεὶς ματαίᾳ, ἔνθα ᾔδει τὸν ὄρνιν αὐλιζόμενον ἐλθὼν ἐπεχείρει συλλαβεῖν καὶ τῷ πλουσίῳ κομίσαι. καὶ ἐκεῖνον μὲν οὐχ ὁρᾷ, μεγίστην δὲ ἀσπίδα ὀρθὴν εἶδε καὶ ἐπ᾽ αὐτὸν τεθυμωμένην. καὶ τὰ μὲν πρῶτα ἔδεισε καὶ ἀπῆλθεν, ἐγκειμένου δὲ τοῦ ἀσώτου καὶ παρορμῶντος μὲν ὑπηρέτης ἐπὶ τὸν ταῶν ἦλθεν, δὲ ἀνωτέρω ᾄξας καὶ ἑαυτὸν τοῖς πτεροῖς μετεωρίσας καὶ ἀρθεὶς κοῦφος οὔτε ἐπί τι τῶν ἱερῶν δένδρων ἐκάθισεν οὔτε ἐπ᾽ ἄλλον μετέωρόν τε καὶ ὑψηλὸν χῶρον, ἀλλὰ ἐπὶ τὸ μέσον τοῦ νεώ, καὶ ἐς αὐτοὺς ἀτρέπτως ἑώρα, οἷον ὑποφαίνων ὅτι ἄρα τῆς ἐπιβουλῆς τῆς ἐξ ἐκείνων κρείττων πέφυκε, καὶ οὐκ ἔστιν αὐτοῖς ἑλεῖν αὐτόν. οὐκοῦν ἐπεὶ μηδὲν ἤνυστο, ὅπερ ἦν προδοὺς ἀργύριον ἄσωτος ἀπῄτει λαβεῖν, δὲ οὐκ ἀπεδίδου λέγων ποιῆσαι μὲν τὰ ἑαυτοῦ [p. 288] πάντα, ἀδύνατος δὲ εἶναι θεῶν κτῆμα ὑφελέσθαι. οἷα οὖν εἰκὸς ἦν ἔρις ὑπὲρ τούτων καὶ βοὴ ἤδη, καὶ ἤκουον πολλοί: εἶτα ἄνεισιν ἐπὶ πᾶσιν ἱερεύς, καὶ ἐρωτᾷ τῆς ἐν τῷ νεῷ φιλονεικίας τὴν ὑπόθεσιν, καὶ ἐλέγχουσιν ἀλλήλους. καὶ μὲν πλούσιος ἀπειλαῖς καὶ βλασφημίαις καὶ λοιδορίαις αἰκισθεὶς ἀπαλλάττεται καὶ ὄρνιθος ἄλλου καταπιὼν ὀστοῦν καὶ ὀδυνώμενος τὸν βίον κατέστρεψεν ἀλγεινότατα, τὸν δὲ ὑπηρέτην τὸν κακὸν οἷα δήπου ἱερόσυλον τῆς πόλεως ἁρμοστὴς ἐκόλασε, τὸν δὲ ὄρνιν οὔτε ζῶντα οὔτε νεκρὸν ἐθεάσαντο, ἀλλὰ ἑκατὸν ὡς λόγος ἔτη διαβώσας εἶτα ἠφανίσθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: