Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χρύσερμον δὲ ἐπὶ Νέρωνος αἷμα ἀνεμοῦντα καὶ τηκόμενον ἤδη, αἷμα ταύρου πιόντα ἰάσατο ὁ αὐτὸς οὗτος θεός. ἐγὼ δὲ λέγω ταῦτα, ὅτι ἐς τοσοῦτον ἄρα τὰ ζῷα θεοφιλῆ ἐστιν, ὡς καὶ ὑπὸ τῶν θεῶν σώζεσθαι, καὶ σώζειν ἐκείνων βουλομένων ἑτέρους. ἀτὰρ οὖν καὶ Βάσιλιν τὸν Κρῆτα ἐς νόσον φθίσεως ἐμπεσόντα ἐξάντη τοῦ τοσούτου κακοῦ ὅδε ὁ θεὸς εἰργάσατο ὀνείων κρεῶν γευσάμενον. καὶ προσέπεσε γενέσθαι αὐτῷ κατὰ τὸ ὄνομα τοῦ ζῴου: ἔφατο γὰρ [p. 289] ὀνησιφόρον οἱ ταύτην ἔσεσθαι τὴν θεραπείαν καὶ ἴασιν. καὶ ὑπὲρ μὲν τούτων ἀπόχρη καὶ ταῦτα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.