previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καλεῖται δὲ σελάχια ὅσα οὐκ ἔχει λεπίδας: εἴη δ᾽ ἂν μύραινα γόγγρος νάρκη τρυγὼν βοῦς γαλεός: δελφὶς φάλαινα φώκη. ταῦτα δὲ ἄρα μόνα τῶν ἐνύδρων ζῳοτοκεῖ. μαλάκια δὲ καλεῖται ὅσα ἀνόστεά έστι: καὶ εἴη ἂν πολύπους σηπία τευθὶς ἀκαλήφη. ταῦτά τοι καὶ αἵματος ἄμοιρα καὶ σπλάγχνων ἐστί. μαλακόστρακα δὲ ἀστακοὶ καρίδες καρκίνοι πάγουροι: ἀποδύεται δὲ καὶ τὸ γῆρας ταῦτα. ὀστρακόδερμα δὲ ὄστρεα πορφύραι κήρυκες στρόμβοι ἐχῖνοι κάραβοι. καρχαρόδοντα δὲ λύκος κύων λέων πάρδαλις. ταῦτά τοι καὶ σαρκῶν ἐσθίει. ἀμφόδοντα δὲ ἄνθρωπος ἵππος ὄνος, ἅπερ οὖν καὶ πιμελὴν ἔχει. συνόδοντα δὲ βοῦς πρόβατον αἴξ. χαυλιόδοντα δὲ ὗς ἄγριος σπάλαξ: τὸν γὰρ ἐλέφαντα οὔ φημι ὀδόντας ἔχειν ἀλλὰ κέρατα. ἔντομα δὲ σφὴξ μέλιττα: λέγουσι δὲ μηδὲ πνεύμονας ἔχειν ταῦτα. ἀμφίβια δὲ ἵππος ποτάμιος ἐνυδρὶς κάστωρ κροκόδειλος. φολιδωτὰ δὲ σαῦρος σαλαμάνδρα χελώνη κροκόδειλος ὄφις: ταῦτα δὲ καὶ τὸ γῆρας ἀποδύεται πλὴν κροκοδείλου καὶ χελώνης. μώνυχα δὲ ἵππος ὄνος. δίχηλα δὲ βοῦς ἔλαφος αἲξ οἶς χοῖρος. πολυσχιδῆ δὲ ἄνθρωπος κύων. στεγανόποδα [p. 290] δὲ καὶ πλατυώνυχα κύκνος χήν. γαμψώνυχα δὲ ἱέρακες ἀετοί. τὴν δὲ τῶν ἄλλων ζῴων ἰδιότητα ἀλλαχοῦ εἶπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: