previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πέρδικες οἱ Παφλαγόνες δικάρδιοί εἰσιν, ὥσπερ οὖν Θεόφραστος λέγει. καὶ Θεόπομπος λέγει τοὺς ἐν Βισαλτίᾳ λαγὼς διπλᾶ ἥπατα ἔχειν ἕκαστον. λέγει δὲ Ἀπίων, εἰ μὴ τερατεύεται, καὶ ἐλάφους νεφροὺς τέτταρας ἔχειν κατά τινας τόπους. λέγει δὲ αὐτὸς καὶ κατὰ τὸν Οἴνιδα τὸν Μήνιδος δικέφαλον γέρανον φανῆναι, καὶ εὐθενῆσαι τὴν Αἴγυπτον: καὶ ἐπ᾽ ἄλλου βασιλέως τετρακέφαλον ὄρνιν, καὶ πλημμυρῆσαι τὸν Νεῖλον ὡς οὔποτε, καὶ καρπῶν ἀφθονίαν γενέσθαι καὶ εὐποτμίαν ληίων θαυμαστήν. τετράκερων δὲ ἔλαφον Νικοκρέων Κύπριος ἔσχε, καὶ ἀνέθηκε Πυθοῖ καὶ ὑπέγραψε σῆς ἕνεκεν, Λητοῦς τοξαλκέτα κοῦρ᾽, ἐπινοίας τήνδ᾽ ἕλε Νικοκρέων τετράκερων ἔλαφον. καὶ μέντοι καὶ τετράκερω πρόβατα ἐν τῷ τοῦ Διὸς τοῦ Πολιέως ἦν καὶ τρίκερω. ἐγὼ δὲ καὶ πεντάποδα βοῦν ἱερὸν ἐθεασάμην, ἀνάθημα τῷ θεῷ τῷδε ἐν τῇ πόλει τῇ Ἀλεξανδρέων τῇ μεγάλῃ, ἐν τῷ ᾀδομένῳ [p. 291] τοῦ θεοῦ ἄλσει, ἔνθα περσέαι σύμφυτοι σκιὰν περικαλλῆ καὶ ψῦξιν ἀπεδείκνυντο. καὶ ἦν μόσχος ἐνταῦθα τὴν χρόαν κηρῷ προσεικασμένος, καὶ ἐπὶ τοῦ ὤμου πόδα ἀπηρτημένον εἶχε περίεργον μὲν ὅσα ἐπιβῆναι, τέλειον δὲ ὅσα ἐς πλάσιν. καὶ ταῦτα μὲν δοκεῖ τῇ φύσει ὁμολογεῖν οὐ πάνυ τι, ἐγὼ δὲ ὅσα ἐς ἐμὴν ὄψιν τε καὶ ἀκοὴν ἀφίκετο εἶπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: