previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


βάτραχος ὕδρον μισεῖ καὶ δέδοικεν ἰσχυρῶς. οὐκοῦν τῇ βοῇ τῇ πολλῇ πειρᾶται ἀντεκπλήττειν αὐτὸν καὶ ἀντιφοβεῖν. κροκοδείλου δὲ κακουργία ἐς [p. 300] ἀνθρώπου τε θήραν καὶ ζῴου ἑτέρου. τὴν ἀτραπὸν δἰ ἧς οἶδε κατιόντας ἐς ποταμὸν ἐφ᾽ ὑδρείαν ἵππου ἀρδείαν καμήλου καὶ νὴ Δία ὥστε ἐπιβῆναι πλοίου, ταύτην τοι νύκτωρ πολλῷ τῷ ὕδατι καταρραίνει:, καὶ ἐμπλήσας τὸ στόμα ἐγχεῖ κατὰ τῆς ἀτραποῦ πολλάκις, ὀλισθηρὰν αὐτὴν ἐργάσασθαι θέλων καὶ εὐκολωτέραν ἑαυτῷ τὴν ἄγραν ἀποφαίνων: τὰ γάρ τοι κατολισθάνοντα οὐ κρατεῖ τῆς ἐπιβάθρας, ἀλλ᾽ ἐκεῖνα μὲν κατηνέχθη, δὲ ὑπεπήδησεν ὑπολαβὼν καὶ δειπνεῖ. ὀλίγα δὲ κροκοδείλων πέρι ἐρῶ καὶ νῦν. οὐ πρὸς πᾶν τὸ τῶν τροχίλων γένος ἐστὶ τῷδε τῷ θηρίῳ ἔνσπονδα ῾πολλὰ δὲ αὐτῶν γένη καὶ ὀνόματα, τραχέα δὲ καὶ ἀκοῦσαι ἀντίτυπα, καὶ διὰ τοῦτο ἐῶ αὐτά᾽ μόνον δὲ τὸν καλούμενον κλαδαρόρυγχον ἑταῖρον καὶ φίλον ἔχει: δύναται γὰρ οὗτος ἀλύπως ἐκλέγειν αὐτῷ τὰς βδέλλας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: