previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ δὲ ἴδια τῶν ζῴων εἰδέναι οὐδὲ θεοὶ ὑπερορῶσιν. ἀκούω γοῦν Εὐρυσθένην καὶ Προκλέα τοὺς Ἀριστοδήμου τοῦ Ἀριστομάχου τοῦ Κλεόδα τοῦ Ὕλλου τοῦ Ἡρακλέους παῖδας βουλομένους ἄγεσθαι γυναῖκας ἐλθόντας ἐς Δελφοὺς τὸν θεὸν ἐρέσθαι τίνι ἂν κηδεύσαντες Ἑλλήνων βαρβάρων εἶτα μέντοι καλῶς καὶ εὐβούλως γῆμαι δόξαιεν, τὸν δὲ θεὸν αὐτοῖς ἀποκρίνασθαι ἐπανιέναι μὲν ἐς Λακεδαίμονα, ὑποστρέφειν δὲ κατὰ τὴν ὁδὸν ταύτην, καθ᾽ ἣν καὶ ἀφίκοντο. ἐν δ᾽ ἂν αὐτοῖς χώρᾳ τὸ ἀγριώτατον ἀπαντήσῃ ζῷον φέρον τὸ πραότατον, ἐνταῦθά τοι ἁρμόσασθαι γάμους: οὕτω γὰρ αὐτοῖς ἔσεσθαι λῷον. καὶ οἳ μὲν ἐπείθοντο, γίνονται δὲ κατὰ τὴν Κλεωναίων χώραν, ἐντυγχάνει δὲ αὐτοῖς λύκος φέρων ἄρνα ἔκ τινος ποίμνης αὐτὸν συνηρπακώς. συνέβαλον [p. 308] οὖν ἐκεῖνοι λέγειν ταῦτα τὰ ζῷα τὸν χρησμόν, καὶ ἡρμόσαντο τὰς Θερσάνδρου τοῦ Κλεωνύμου θυγατέρας δοκίμου ἀνδρός. εἰ δὲ οἱ θεοὶ ἴσασι τὸ ἡμερώτατον ζῷον καὶ τὸ ἀγριώτατον, οὐδὲ ἡμῖν ἐκμελὲς τὰς φύσεις αὐτῶν εἰδέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: