previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰνδῶν γῆ φέρει πολλὰ καὶ ποικίλα. καὶ τὰ μὲν εὐδαίμονός ἐστι καὶ θαυμαστῆς μαρτύρια φορᾶς, τὰ δὲ οὐκ ἀξιόζηλα οὐδὲ οἷα ἐπαινεῖν ποθεῖν ἄξια. καὶ ὑπὲρ μὲν τῶν λυσιτελῶν ἁβρῶν τε καὶ πολυτελῶν τὰ μὲν εἶπον, τὰ δὲ εἰρήσεται σὺν τοῖς θεοῖς: τὸ δὲ νῦν ἔχον ὅπως ὠδῖνα ὄφεων γῆ ἐπιδείκνυται εἰπεῖν ὥρμημαι. πολλοὺς τίκτει καὶ διαφόρους, καὶ τὸ λειφθὲν τοῖς ἀπείροις ἄπειρον. οὗτοι οὖν οἱ ὄφεις καὶ ἀνθρώπους καὶ τὰ ἄλλα ζῷα ἀδικοῦσι. τίκτει δὲ αὐτὴ γῆ καὶ πόας τῶν δηγμάτων ἀμυντηρίους, ἔχουσί τε αὐτῶν τὴν ἐμπειρίαν τε καὶ σοφίαν οἱ ἐπιχώριοι, καὶ ποῖον φάρμακον ὄφεως τίνος ἀντίπαλόν ἐστι κατεγνώκασι, καὶ ἀμύνουσιν ὡς ὅτι τάχιστα ἀλλήλοις, ἐπιτεμέσθαι πειρώμενοι τὴν τοῦ ἰοῦ κατὰ τοῦ σώματος ἐπινομὴν ὀξυτάτην τε οὖσαν καὶ ὠκίστην. καὶ ταῦτα μὲν αὐτοῖς ἐς ἐπικουρίαν τὴν ἀναγκαίαν καὶ μάλα εὐπόρως ἀνίησιν χώρα καὶ ἀφθόνως: ὄφις δὲ ὃς ἂν ἀποκτείνῃ ἄνθρωπον, ὡς Ἰνδοὶ λέγουσιν ῾καὶ μάρτυρας ἐπάγονται Λιβύων πολλοὺς καὶ τοὺς περὶ Θήβας οἰκοῦντας Αἰγυπτίων᾽, οὐκέτι καταδῦναι καὶ ἐσερπύσαι ἐς τὴν ἑαυτοῦ οἰκίαν ἔχει, τῆς γῆς αὐτὸν μὴ δεχομένης, ἀλλ᾽ ἐκβαλλούσης τῶν οἰκείων ὡς ἂν εἴποις φυγάδα κόλπων. ἀλήτης δ᾽ ἐντεῦθεν καὶ πλάνης περιέρχεται, καὶ ταλαιπωρεῖται ὑπαίθριος καὶ διὰ τοῦ θέρους καὶ διὰ τοῦ χειμῶνος, καὶ οὔτε ἔτι σύννομος αὐτῷ πρόσεισιν, οὔτε οἱ ἐξ αὐτοῦ γεννώμενοι γνωρίζουσι τὸν πατέρα. τιμωρία [p. 309] μὲν δὴ καὶ τοῖς ἀλόγοις ἐπ᾽ ἀνδροφονίᾳ παρὰ τῆς φύσεως τοιάδε ἐδείχθη, προνοίᾳ τοῦ θείου, κατά γε τὴν μνείαν τὴν ἐμήν: εἴρηται δὲ ἐς παίδευσιν τῷ συνιέντι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: