previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐνύδρου δὲ θήρας διαφοραὶ τέτταρες, φασί, δικτυεία καὶ κόντωσις καὶ κυρτεία καὶ ἀγκιστρεία προσέτι. καὶ μὲν δικτυεία πλουτοφόρος, καὶ ἔοικεν ἁλισκομένῳ στρατοπέδῳ καὶ αἱρουμένοις αἰχμαλώτοις τισί, καὶ δεῖται χορηγίας ποικίλης, οἷον σπάρτου καὶ λίνου λευκοῦ καὶ μέλανος ἄλλου καὶ κυπείρου καὶ φελλῶν μολίβου τε καὶ πίτυος καὶ ἱμάντων καὶ ῥοῦ καὶ λίθου καὶ βύβλου καὶ κεράτων καὶ νεὼς ἑξήρους ἄξονός τε καὶ σκυταλίδων καὶ κοττάνης καὶ τυμπάνου καὶ σιδήρου καὶ ξύλων καὶ πίττης. ἐμπίπτει δὲ γένη τε ἰχθύων διάφορα καὶ ἀγέλαι ποικίλαι τε καὶ πολλαί. δὲ κόντωσίς ἐστι μὲν τῶν ἄλλων ἀνδρειοτάτη, καὶ δεῖται θηρατοῦ ῥωμαλεωτάτου. παρεῖναι δὲ χρὴ κάμακα ὀρθὴν ἐλατίνην καὶ σχοινία σπάρτινα πυρεῖά τε πεύκης τῆς λιπαρωτάτης: δεῖται δὲ καὶ νεὼς μικρᾶς καὶ ἐρετῶν συντόνων καὶ βραχίονας ἀγαθῶν. δὲ κυρτεία δολερωτάτη θήρα καὶ ἐπιβουλοτάτη δεινῶς ἐστι, καὶ ἐλευθέροις πρέπειν δοκεῖ ἥκιστα. δεῖται δὲ ὁλοσχοίνων τε ἀβρόχων καὶ λύγου [p. 314] καὶ χερμάδος καὶ εὐναίων καὶ φύκους θαλαττίου σχοίνων τε καὶ κυπαρίττου κόμης καὶ φελλῶν καὶ ξύλων καὶ δελέατος καὶ νεὼς μικρᾶς. δὲ ἀγκιστρεία σοφωτάτη ἐστὶ καὶ τοῖς ἐλευθέροις πρεπωδεστάτη. δεῖται δὲ ἄρα ἱππείων τριχῶν, τὰς χρόας καὶ λευκὰς καὶ μελαίνας καὶ πυρρὰς καὶ μεσαιπολίους: τῶν δὲ βαπτομένων ἐγκρίνουσι τὰς γλαυκὰς καὶ τὰς ἁλιπορφύρους: αἱ γὰρ ἄλλαι πᾶσαι πονηραί, φασίν. χρῶνται δὲ καὶ τῶν ἀγρίων συῶν ταῖς θριξὶ ταῖς ὀρθαῖς καὶ τερμίνθῳ δέ, καὶ χαλκῷ πλείστῳ καὶ μολίβῳ καὶ σπαρτίναις καὶ πτεροῖς, μάλιστα μὲν λευκοῖς καὶ μέλασιν καὶ ποικίλοις. χρῶνταί γε μὴν οἱ ἁλιεῖς καὶ φοινικοῖς ἐρίοις καὶ ἁλουργέσι καὶ φελλοῖς καὶ ξύλοις: καὶ σιδήρου καὶ ἄλλων δέονται, ἐν δὲ τοῖς καὶ καλάμων εὐφυῶν καὶ ἀβρόχων καὶ ὁλοσχοίνων βεβρεγμένων καὶ νάρθηκος ἐξεσμένου καὶ ῥάβδου κρανείας καὶ χιμαίρας κεράτων καὶ δέρματος. ἄλλος δὲ ἄλλῳ τούτων ἰχθὺς αἱρεῖται, καὶ τάς γε θήρας ἤδη εἶπον αὐτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: