previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λόγω δὲ ἄρα τώδε Ἰνδὸς καὶ Λίβυς τὸ γένος διαφόρω: ἐρεῖ δὲ μὲν Ἰνδὸς τὰ ἐπιχώρια, δὲ Λίβυς ὅσα οἶδε καὶ ἐκεῖνος: δ᾽ οὖν ᾄδετον ἄμφω τὼ λόγω ἐστὶν ἐκεῖνα. ἐν Ἰνδοῖς ἐὰν ἁλῷ τέλειος ἐλέφας, ἡμερωθῆναι χαλεπός ἐστι, καὶ τὴν ἐλευθερίαν ποθῶν φονᾷ. ἐὰν δὲ αὐτὸν καὶ δεσμοῖς διαλάβῃς, ἔτι καὶ μᾶλλον ἐς θυμὸν ἐξάπτεται, καὶ δοῦλος εἶναι καὶ δεσμώτης οὐχ ὑπομένει. ἀλλ᾽ οἱ Ἰνδοὶ καὶ ταῖς τροφαῖς κολακεύουσιν αὐτόν, καὶ ποικίλοις καὶ ἐφολκοῖς δελέασι πραΰνειν πειρῶνται, παρατιθέντες ὅσα πληροῖ τὴν γαστέρα καὶ θέλγει τὸν θυμόν. δὲ ἄχθεται αὐτοῖς καὶ ὑπερορᾷ. τί οὖν ἐκεῖνοι κατασοφίζονται; μοῦσαν αὐτοῖς προσάγουσιν ἐπιχώριον, καὶ κατᾴδουσιν [p. 315] αὐτοὺς ὀργάνῳ τινὶ καὶ τούτῳ συνήθει: καλεῖται δὲ σκινδαψὸς τὸ ὄργανον. δὲ ὑπέχει τὰ ὦτα καὶ θέλγεται, καὶ μὲν ὀργὴ πραΰνεται, δὲ θυμὸς ὑποστέλλεταί τε καὶ στόρνυται, κατὰ μικρὰ δὲ καὶ ἐς τὴν τροφὴν ὁρᾷ. εἶτα ἀφεῖται μὲν τῶν δεσμῶν, μένει δὲ τῇ μούσῃ δεδεμένος, καὶ δειπνεῖ προθύμως ἁβρὸς δαιτυμὼν: πόθῳ γὰρ τοῦ μέλους οὐκ ἂν ἔτι ἀποσταίη. Λιβύων δὲ ἵπποι ῾δεῖ γὰρ ἀκοῦσαι καὶ τὸν λόγον τὸν ἕτερον᾽, ἐς τοσοῦτον αὐτὰς αἱρεῖ αὔλησις. πραΰνονταί τε καὶ ἡμεροῦνται, καὶ ὑπολήγουσι μὲν τοῦ ὑβρίζειν τε καὶ σκιρτᾶν, ἕπονται δὲ τῷ νομεῖ ὅποι ἂν αὐτὰς τὸ μέλος ἀπάγῃ, ἐπιστάντος δὲ καὶ ἐκεῖναι ἐφίστανται: ἐὰν δὲ ἐπανατείνῃ τὸ αὔλημα, λείβεται δάκρυα ὑφ᾽ ἡδονῆς αὐταῖς. οἱ μὲν οὖν βουκόλοι τῶν ἵππων ῥοδοδάφνης κλάδον κοιλάναντες καὶ αὐλὸν ἐργασάμενοι καὶ ἐς αὐτὸν ἐμπνέοντες εἶτα οὕτω τῶν προειρημένων καταυλοῦσι. λέγει δὲ Εὐριπίδης καὶ ποιμνίτας τινὰς ὑμεναίους: ἔστι δὲ ἄρα τοῦτο αὔλημα, ὅπερ οὖν τὰς μὲν ἵππους τὰς θηλείας ἐς ἔρωτα ἐμβάλλει καὶ οἶστρον ἀφροδίσιον, τοὺς δὲ ἄρρενας μίγνυσθαι αὐταῖς ἐκμαίνει. τελοῦνται μὲν δὴ ἱππικοὶ γάμοι τὸν τρόπον τοῦτον, καὶ ἔοικεν ὑμέναιον ᾄδειν τὸ αὔλημα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: