previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸ τῶν δελφίνων φῦλον ὥς εἰσι φιλῳδοί τε καὶ φίλαυλοι, τεκμηριῶσαι ἱκανὸς καὶ Ἀρίων Μηθυμναῖος ἔκ τε τοῦ ἀγάλματος τοῦ ἐπὶ Ταινάρῳ καὶ τοῦ ἐπ᾽ αὐτῷ γραφέντος ἐπιγράμματος. ἔστι δὲ τὸ ἐπίγραμμα

ἀθανάτων πομπαῖσιν Ἀρίονα Κυκλέος υἱὸν
ἐκ Σικελοῦ πελάγους σῶσεν ὄχημα τόδε.
ὕμνον δὲ χαριστήριον τῷ Ποσειδῶνι, μάρτυρα τῆς τῶν [p. 316] δελφίνων φιλομουσίας, οἱονεὶ καὶ τούτοις ζωάγρια ἐκτίνων Ἀρίων ἔγραψε. καὶ ἔστιν ὕμνος οὗτος

ὕψιστε θεῶν,
πόντιε, χρυσοτρίαινε Πόσειδον,
γαιήοχ᾽, ἐγκύμον᾽ ἀν᾽ ἅλμαν:
βραγχίοις περὶ δὲ σὲ πλωτοὶ
θῆρες χορεύουσι κύκλῳ, κούφοισι ποδῶν
ῥίμμασιν ἐλάφρ᾽ ἀναπαλλόμενοι σιμοὶ φριξαύχενες ὠκυδρόμοι
σκύλακες, φιλόμουσοι
δελφῖνες, ἔναλα θρέμματα κουρᾶν Νηρεΐδων θεᾶν,
ἃς ἐγείνατ᾽ Ἀμφιτρίτα: οἵ μ᾽ εἰς Πέλοπος γᾶν ἐπὶ Ταιναρίαν
ἀκτὰν ἐπορεύσατε πλαζόμενον Σικελῷ ἐνὶ πόντῳ,
κυρτοῖσι νώτοις ὀχέοντες,
ἄλοκα Νηρεΐας πλακὸς τέμνοντες, ἀστιβῆ πόρον, φῶτες δόλιοι
ὥς μ᾽ ἀφ᾽ ἁλιπλόου γλαφυρᾶς νεὼς
εἰς οἶδμ᾽ ἁλιπόρφυρον λίμνας ἔριψαν.
ἴδιον μὲν δήπου δελφίνων πρὸς τοῖς ἄνω λεχθεῖσι καὶ τὸ φιλόμουσον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: