previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀετὸν ἀκούω Γορδίῳ τὴν τοῦ παιδὸς αὐτοῦ Μίδου βασιλείαν ὑποσημῆναι, ἡνίκα ἀροῦντι τῷ Γορδίῳ [p. 318] ἐπιπτάς, εἶτα μέντοι κατὰ τοῦ ζυγοῦ καθίσας συνδιημέρευσεν, οὐδὲ προαπέστη πρὶν γενομένης ἑσπέρας καὶ ἐκεῖνος κατέλυσε τὴν ἄροσιν ἐπιστάντος τοῦ βουλυτοῦ. Γέλωνος δὲ τοῦ Συρακοσίου παιδὸς ὄντος λύκος μέγιστος ἐσπηδήσας ἐς τὸ διδασκαλεῖον ἐξήρπασε τῶν χειρῶν τοῖς ὀδοῦσι τὴν δέλτον, καὶ Γέλων ἐξαναστὰς τοῦ θάκου ἐδίωκεν αὐτόν, τὸ μὲν θηρίον μὴ καταπτήξας, περιεχόμενος δὲ τῆς δέλτου ἰσχυρῶς. ἐπεὶ δὲ ἔξω τοῦ διδασκαλείου ἐγένετο, τὸ μὲν κατηνέχθη καὶ τοὺς παῖδας αὐτῷ διδασκάλῳ κατέβαλε, θείᾳ δὲ προμηθείᾳ Γέλων περιῆν μόνος. καὶ τό γε παράδοξον, οὐκ ἀπέκτεινεν ἄνθρωπον ἀλλ᾽ ἔσωσε λύκος, οὐκ ἀτιμασάντων τῶν θεῶν οὐδὲ διὰ τῶν ἀλόγων τῷ μὲν τὴν βασιλείαν προδηλῶσαι, τὸν δὲ τοῦ μέλλοντος κινδύνου σῶσαι. ἴδιον δὴ τῶν ζῴων καὶ τὸ θεοφιλές.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: