previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θηρατοῦ δὲ ἀνδρὸς καὶ τὰ ἕτερα ἀγαθοῦ, οἵου μὴ ἂν ψεύσασθαι, λόγον ἤκουσα, καὶ αὐτῷ πεπίστευκα, καὶ διὰ ταῦτα εἰρήσεται. τίκτειν γὰρ δὴ καὶ ἄρρενα λαγὼν ἔλεγε καὶ παιδοποιεῖσθαί τε ἅμα καὶ ὠδίνειν καὶ τῆς φύσεως μὴ ἀμοιρεῖν ἑκατέρας. καὶ ὡς ἐκτρέφει τεκὼν ἔλεγε, καὶ ὡς ἀποτίκτει καὶ δύο που καὶ τρία, καὶ τοῦτο ἐμαρτύρει, καὶ δὴ καὶ τὸν κολοφῶνα ἐπῆγε τῷδε τῷ λόγῳ παντὶ ἐκεῖνον. θηραθῆναι γὰρ λαγῶ ἄρρενα ἡμιθνῆτα, ἐξωγκῶσθαι δὲ αὐτοῦ τὴν γαστέρα ἅτε ἔγκαρον. ἀνατμηθῆναί τε οὖν αὐτὸν ὡμολόγει καὶ μήτραν πεφωρᾶσθαι καὶ τρεῖς λαγιδεῖς. τούτους οὖν ἀκινήτους τέως εἶναι ἐξαιρεθέντας καὶ κεῖσθαι οἱονεὶ κρέα ἄλλως: ἐπεὶ δὲ ὑπὸ τοῦ ἡλίου ἀλεαινόμενοι καὶ δὴ κατὰ μικρὰ ὑποθαλπόμενοι διέτριψαν, ἀναφέροντες ἑαυτοὺς ἀνεβιώσκοντο, καί πού τις αὐτῶν καὶ ἐκινήθη καὶ μετὰ ταῦτα ἀνέβλεψε, τάχα δὲ καὶ γλῶτταν ἐπὶ τούτοις προύβαλε, καὶ στόμα ἀνέῳξε τροφῆς πόθῳ. προσενεχθῆναι οὖν οἷα εἰκὸς τοῖς τηλικούτοις γάλα καὶ κατ᾽ ὀλίγον ἐκτραφῆναι αὐτούς, δεῖγμα ἐμοὶ δοκεῖν ἐς θαῦμα τοῦ [p. 326] τεκόντος τούτους. μὴ πιστεύειν οὖν τῷ λόγῳ πεῖσαι ἐμαυτὸν οὐ δύναμαι: τὸ δὲ αἴτιον, τοῦ ἀνδρὸς γλῶττα οὔτε ψεῦδος οὔτε κόμπον ἠπίστατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: