previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ τὰς καλουμένας νήσους Τυρρηνικὰς θηρῶσιν οἱ κατὰ τὴν ἁλιείαν ἔχοντες τὸν ἐκεῖθι κητώδη ἰχθύν, καὶ καλοῦσιν αὐτὸν αὐλωπίαν, καὶ περιηγήσασθαί γε τούτου τὰ ἴδια οὐ χεῖρόν ἐστι. μέγεθος μὲν ἡττᾶται τῶν μεγίστων θύννων μέγιστος αὐλωπίας, [p. 330] ῥώμην δὲ καὶ ἀλκὴν τὰ πρῶτα φέροιτο ἂν πρὸς ἐκείνους ἀντικρινόμενος. ἄλκιμον μὲν γὰρ ἰχθύων φῦλόν ἐστι καὶ οἱ θύννοι, ἀλλὰ τῷ παραταξαμένῳ καὶ προθύμως ἀνταγωνισαμένῳ μετὰ τὴν πρώτην ὁρμὴν ἀφίσταται τοῦ κράτους τοῦ αἵματος αὐτῷ πηγνυμένου, καὶ παρειμένος ὤκιστα εἶτα ἑάλω. διακαρτερεῖ γε μὴν αὐλωπίας ἐπὶ μακρόν, ὅταν ἐπίθηταί οἱ κατὰ τὸ καρτερόν, καὶ ὡς πρὸς ἀντίπαλον ἀνθίσταται τὸν ἁλιέα, καὶ κρατεῖ τὰ πλεῖστα, ἐπὶ μᾶλλον ἑαυτὸν πιέσας καὶ κάτω νεύσας τὴν κεφαλὴν καὶ ὠθήσας κατὰ τοῦ βυθοῦ: πέφυκέ τε τὴν γένυν ἰσχυρὸς καὶ τὸν αὐχένα καρτερός, καὶ ῥώμης ἔχει κάλλιστα. ὅταν δὲ αἱρεθῇ, ἰδεῖν ὡραιότατός ἐστι, τοὺς μὲν ὀφθαλμοὺς ἔχων ἀνεῳγότας καὶ περιφερεῖς καὶ μεγάλους, οἵους Ὅμηρος τοὺς τῶν βοῶν ᾄδει: δὲ γένυς, ὥσπερ οὖν εἶπον, καρτερὰ οὖσα, ὅμως καὶ ἐς ὥραν οἱ συμμάχεται. καὶ τὰ μὲν νῶτα αὐτῷ κυανοῦ μεμίμηται χρόαν τοῦ βαθυτάτου, ὑπέζωσταί γε μὴν λευκὴν τὴν νηδύν: ἄρχεται δὲ ἀπὸ τῆς κεφαλῆς αὐτῷ γραμμὴ χρυσῖτις τὴν χρόαν, κατιοῦσα δὲ ἐς τὸ οὐραῖον μέρος ἀπολήγει ἐς κύκλον. εἰπεῖν δὲ καὶ τὴν δολερὰν ἐπ᾽ αὐτοῖς θήραν, ἥνπερ οὖν ἀκούσας οἶδα, ἐθέλω. προελόμενοι χώρους ἐκ πολλοῦ, ἐς οὓς ἀθροίζεσθαι τοὺς αὐλωπίας ὑπολαμβάνουσιν, εἶτα μέντοι κορακίνους ταῖς ὑποχαῖς πολλοὺς συλλαβόντες, τὴν ἑαυτῶν ἄκατον ἐπ᾽ ἀγκυρῶν ὁρμίσαντες καὶ συνεχῶς κτύπον τινὰ ὑποδρῶντες διατείνουσι τοὺς κορακίνους ἅμμασι σφηκοῦντες. οἱ δὲ ἀκούοντες τοῦ κτύπου καὶ τὸ δέλεαρ ὁρῶντες ἄλλος ἀλλαχόθεν ἀνανέουσι καὶ ἀθροίζονται καὶ περιέρχονται τὴν ἁλιάδα, πραΰνονταί τε ἐς τοσοῦτον τῷ κρότῳ καὶ τῷ πλήθει τῆς τροφῆς, ὡς καὶ προτεινόντων τὰς χεῖρας [p. 331] παραμένειν. ἀνέχονται δὲ ἀνθρωπίνης ἐπιψαύσεως, ὡς μὲν κρίνειν ἐμέ, τῇ βορᾷ δεδουλωμένοι, ἤδη δέ, ὡς οἱ θηρατικοί φασι, καὶ τῇ ἀλκῇ θαρροῦντες. εἰσὶ δὲ ἐν αὐτοῖς καὶ χειροήθεις, οὕσπερ οὖν οἱ ἁλιεῖς ὡς εὐεργέτας καὶ ἑταίρους γνωρίζουσιν, εἶτα μέντοι τὰ πρὸς αὐτοὺς ἔχουσιν ἔνσπονδα. ἕπονται δὲ τούτοις οἷον ἡγεμόσι καὶ ἄλλοι ξένοι, καὶ τούτους μὲν ὡς ἂν εἴποι τις ἐπήλυδας καὶ θηρῶσι καὶ ἀποκτείνουσι, πρός γε μὴν τοὺς τιθασούς, οἵπερ οὖν ἐοίκασι ταῖς παλευτρίαις πελειάσιν, ἀθηρία τε αὐτοῖς ἐστι καὶ ἐκεχειρία. οὐδ᾽ ἂν ἁλιέα σοφὸν τοσαύτη ποτὲ καταλάβοι ἀπορία, ὡς ἐξ ἐπιβουλῆς ἑλεῖν αὐλωπίαν ἥμερον: ἐκ γάρ τινων αἰτιῶν αἱρεθεὶς κατὰ τύχην καὶ λυπεῖ. ἁλίσκεται δὲ ἀγκίστρῳ περιπαρεὶς τρωθεὶς ἐς θάνατον. ὁρῶμεν δὲ καὶ τοὺς ὀρνιθοθήρας μὴ ἂν τῶν ἐλλοχώντων ὀρνίθων ἀποκτείναντάς τινας ἐπὶ πράσει ἐπὶ δείπνῳ. καὶ ἄλλαι δὲ θῆραι τῶνδε τῶν ἰχθύων εἰσίν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: