previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν δὲ τοῖς βασιλείοις τοῖς Ἰνδικοῖς, ἔνθα μέγιστος τῶν βασιλέων διαιτᾶται τῶν ἐκεῖθι, πολλὰ μὲν καὶ ἄλλα ἐστὶ θαυμάσαι ἄξια, ὡς μὴ αὐτοῖς ἀντικρίνειν μήτε τὰ Μεμνόνεια Σοῦσα καὶ τὴν ἐν αὐτοῖς πολυτέλειαν μήτε τὴν ἐν τοῖς Ἐκβατάνοις μεγαλουργίαν: ἔοικε γὰρ κόμπος εἶναι Περσικὸς ἐκεῖνα, εἰ πρὸς ταῦτα ἐξετάζοιτο. καὶ τὰ λοιπὰ μὲν περιελθεῖν τῷ λόγῳ οὐ τῆσδε τῆς συγγραφῆς ἐστιν, ἐν δὲ τοῖς παραδείσοις τρέφονται μὲν καὶ ταῶς ἥμεροι καὶ χειροήθεις φασιανοί, ἔχουσι δὲ ἐν τοῖς φυτοῖς τοῖς ἠσκημένοις, ἅπερ οὖν οἱ μελεδωνοὶ οἱ βασίλειοι τῆς δεούσης ἀξιοῦσι κομιδῆς. καὶ γάρ εἰσιν ἄλση σκιερὰ καὶ νομὴ σύμφυτος καὶ κλάδοι δ᾽ ἀλλήλων συνυφασμένοι σοφίᾳ τινὶ δενδροκομικῇ. καὶ τὸ σεμνότερον τῆς [p. 332] ὥρας τῆς ἐκεῖθι, τὰ δένδρα αὐτὰ τῶν ἀειθαλῶν ἐστι, καὶ οὔποτε γηρᾷ καὶ ἀποῥῥεῖ τὰ φύλλα: καὶ τὰ μὲν ἐπιχώριά ἐστι, τὰ δὲ ἀλλαχόθεν σὺν πολλῇ κομισθέντα τῇ φροντίδι, ἅπερ οὖν κοσμεῖ τὸν χῶρον καὶ ἀγλαΐαν δίδωσι, πλὴν ἐλαίας: οὐ γὰρ αὐτὴν Ἰνδῶν φέρει, οὔτε αὐτή, οὔτε ἥκουσαν ἀλλαχόθεν τρέφει. ὄρνιθες οὖν καὶ ἕτεροι ἐλεύθεροι καὶ ἀδούλωτοι, καὶ ἐλθόντες αὐτομάτως ἔχουσι κατ᾽ αὐτῶν κοίτας καὶ εὐνάς: ἐνταῦθά τοι καὶ οἱ ψιττακοὶ τρέφονται καὶ εἰλοῦνται περὶ τῷ βασιλεῖ. σιτεῖται δὲ Ἰνδῶν οὐδὲ εἷς ψιττακόν, καίτοι παμπόλλων ὄντων τὸ πλῆθος: τὸ δὲ αἴτιον, ἱεροὺς αὐτοὺς εἶναι πεπιστεύκασιν οἱ Βραχμᾶνες, καὶ μέντοι καὶ τῶν ὀρνίθων ἁπάντων προτιμῶσι. καὶ ἐπιλέγουσι δρᾶν τοῦτο εἰκότως: μόνον γὰρ τὸν ψιττακὸν ἀνθρώπου στόμα εὐστομώτατα ὑποκρίνεσθαι. εἰσὶ δὲ ἄρα ἐν τοῖσδε τοῖς βασιλείοις καὶ λίμναι χειροποίητοι ὡραῖαι, καὶ ἰχθύας ἔχουσι μεγέθει μεγίστους καὶ πραεῖς: καὶ θηρᾷ αὐτοὺς οὐδεὶς ὅτι μὴ οἱ τοῦ βασιλέως υἱεῖς παῖδες ἔτι ὄντες, ἐν ἀκλύστῳ καὶ ἥκιστα ἐπικινδύνῳ τῷ ὕδατι ἁλιεύοντές τε καὶ παίζοντες καὶ ἅμα καὶ πλεῖν μανθάνοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: