previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν τῷ Ἰονίῳ πελάγει κατὰ τὸν Λευκάτην καὶ τὴν πρὸς τῷ Ἀκτίῳ θάλατταν, ἔνθα τοι καὶ τὸν χῶρον καλοῦσιν Ἤπειρον, κεφάλων εἰσὶ κατὰ ἴλας ὡς ἂν εἴποι τις ἄφθονοι νήξεις καὶ πλήθη πάμπολλα. οὐκοῦν θηρῶνται καὶ μάλα ἐκπληκτικῶς: δὲ τρόπος τῆς θήρας οὗτός ἐστι. νύκτα ἀσέληνον οἱ ἐκεῖθι ἁλιεῖς παραφυλάξαντες, ἀπὸ δείπνου γενόμενοι κατὰ δύο ἀπῆραν σκάφος, οὐκ ὄντος κύματος ἀλλὰ ἀκλύστου καὶ γαληναίας τῆς θαλάττης, εἶτα ἡσυχῆ καὶ κατὰ μικρὰ προερέττουσι: καὶ μὲν αὐτὴν ὑποκινεῖ τῷ [p. 333] κωπίῳ, προάγων τὴν πορθμίδα βάδην ὡς ἂν εἴποις: ἅτερος δὲ κατακλινεὶς ἐπ᾽ ἀγκῶνος τὸ καθ᾽ ἑαυτὸν μέρος ἐπιβρίθει τῆς πορθμίδος, καὶ ἐς τοσοῦτον ἐπικλίνει, εἰς ὅσον τὸ χεῖλος αὐτῆς προσπελάζει τῷ ὕδατι. οἱ κέφαλοι δὲ καὶ οἱ τούτοις ὁμοειδεῖς κεστρεῖς, ἤτοι τῇ νυκτὶ τερπόμενοι χαίροντες τῇ γαλήνῃ, τοὺς μὲν χηραμοὺς τοὺς ἑαυτῶν καὶ τοὺς φωλεοὺς ἀπολείπουσιν, ἀνανέουσι δέ, καὶ τὰ ἄκρα γε τοῦ προσώπου ὑπὲρ τὸ ὕδωρ φαίνουσι, καὶ τοσοῦτον τῆς ἐς τὸ ἄνω νήξεως ἐπιλαμβάνουσι, καὶ γίνονται τῆς ᾐόνος πλησιον. θεασάμενοι δὲ οἱ θηραταὶ πλέουσι, καὶ τὸ ῥόθιόν γε τῆς πορθμίδος ἡσυχῆ πως ὑποκυμαίνειν ἄρχεται. φεύγοντες οὖν τὴν γῆν καὶ ὑποστρέφοντες ἐς τὸ ἐπικλινὲς τῆς ἀκάτου σφᾶς αὐτοὺς ὑπωθοῦσι, καὶ εἴσω παρελθόντες ἑαλώκασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: