previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸν Ἰνδῶν βασιλέα προϊόντα ἐπὶ δίκαις προσκυνεῖ ἐλέφας πρῶτος, δεδιδαγμένος τοῦτο, καὶ μάλα γε δρῶν μνημόνως τε καὶ εὐπειθῶς αὐτό ῾παρέστηκε δὲ καὶ ἐκεῖνος, ὅσπερ οὖν ἐνδίδωσίν οἱ τοῦ παιδεύματος τὴν ὑπόμνησιν τῇ ἐκ τῆς ἅρπης κρούσει καὶ φωνῇ τινι ἐπιχωρίῳ, ἧσπερ οὖν ἐλέφαντες ἐπαΐειν εἰλήχασι φύσει τινὶ ἀπορρήτῳ καὶ μάλα γε ἰδίᾳ τοῦ ζῴου τοῦδἐ: καὶ μέντοι καὶ κίνησίν τινα ὑποκινεῖται πολεμικήν, οἷον ἐνδεικνύμενος ὅτι καὶ τοῦτο τὸ μάθημα ἀποσώζει. τέτταρες δὲ καὶ εἴκοσι τῷ βασιλεῖ φρουροὶ παραμένουσιν ἐλέφαντες ἐκ διαδοχῆς, ὥσπερ οὖν οἱ φύλακες οἱ λοιποί, καὶ αὐτοῖς παίδευμα τὴν φρουρὰν ἔχειν οὐ κατανυστάζουσι: διδάσκονται γάρ τοι σοφίᾳ τινὶ Ἰνδικῇ καὶ τοῦτο. καὶ λέγει μὲν Ἑκαταῖος Μιλήσιος Ἀμφιάρεων τὸν Οἰκλέους κατακοιμίσαι τὴν φυλακὴν καὶ παθεῖν ὅσα λέγει. οὗτοι δὲ ἄρα ἄγρυπνοι καὶ ὕπνου μὴ ἡττώμενοι, πιστότατοι τῶν ἐκεῖθι φυλάκων μετά γε τοὺς ἀνθρώπους εἰσίν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: