Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ξενοφῶν δὲ ὑπὲρ κυνῶν λέγει καὶ ταῦτα. δεῖν ἐς τὰ ὄρη πολλάκις ἄγειν αὐτάς, τὰ δὲ ἔργα ἧττον: τοὺς γάρ τοι τριμμοὺς τοὺς ἐκ τῶν ἐνεργῶν χωρίων λυπεῖν τε αὐτὰς καὶ σφάλλειν. λῷον δὲ εἶναι ὁ αὐτός φησιν ἐς τὰ τραχέα ἄγειν, καὶ κέρδος γε ἐκεῖνο πρὸς τούτῳ διδάσκει, εὔποδάς τε αὐτὰς γίνεσθαι καὶ ἁλτικωτέρας ἐκπονούσας τὸ σῶμα. ἴχνη δὲ ἄρα λαγὼ τοῦ μὲν χειμῶνος μακρὰ ὁρᾶσθαι λέγει διὰ τὸ μῆκος τῶν νυκτῶν, τοῦ δὲ θέρους οὐκέτι διὰ τοὐναντίον. καὶ σαφὲς ἐκ τοῦ προειρημένου τί βούλεται τὸ ἐναντίον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.