previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἵππους καὶ ἐλέφαντας ἅτε ζῷα καὶ ἐν ὅπλοις καὶ ἐν πολέμοις λυσιτελῆ τιμῶσιν Ἰνδοί, καὶ μάλα γε ἰσχυρῶς. τῷ γοῦν βασιλεῖ κομίζουσι καὶ κώμυθας, ἃς ἐμβάλλουσι ταῖς φάτναις, καὶ χιλόν, καὶ ἐπιδεικνύουσι νεαρόν τε καὶ ἀσινῆ. καὶ ἐὰν μὲν τοιοῦτος, ἐπαινεῖ βασιλεύς: εἰ δὲ μή, κολάζει τούς τε τῶν ἐλεφάντων μελεδωνοὺς καὶ τοὺς ἱπποκόμους πικρότατα. οὐκ ἀτιμάζει δὲ οὐδὲ τὰ ἄλλα ζῷα, ἀλλὰ καὶ [p. 337] ἐκεῖνα προσίεται δῶρά οἱ κομιζόμενα. Ἰνδοὶ γὰρ οὐκ ἐκφαυλίζουσι ζῷον οὔτε ἥμερον οὔτε μὴν ἄγριον οὐδέν. αὐτίκα γοῦν δωροφοροῦσι τῶν ὑπηκόων οἱ διὰ τιμῆς ἰόντες γεράνους τε καὶ χῆνας ἀλεκτορίδας τε καὶ νήττας καὶ τρυγόνας τε καὶ ἀτταγᾶς προσέτι, πέρδικάς τε καὶ σπινδάλους ῾ἔστι δὲ ἐμφερὲς τῷ ἀτταγᾷ τοῦτό γἐ καὶ ἐπὶ τούτοις τῶν προειρημένων βραχύτερα, βωκκαλίδας τε καὶ συκαλίδας καὶ τὰς καλουμένας κεγχρῇδας. ἐπιδεικνύουσι δὲ αὐτὰ ἀναπτύξαντες, τὸν ἐς βάθος αὐτῶν ἐλέγχοντες πιασμόν. καὶ πλοῦτον πεπιασμένων ἐλάφων τε καὶ βουβαλίδων καὶ δορκάδων καὶ ὀρύγων καὶ τῶν ὄνων τῶν ἐχόντων ἓν κέρας, ὧν καὶ ἀνωτέρω που μνήμην ἐποιησάμην, καὶ ἰχθύων δὲ γένη διάφορα κομίζουσι καὶ ταῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: