previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὕαινα ἰχθὺς ὁμώνυμος τῇ χερσαίᾳ ὑαίνῃ ἐστί. ταύτης οὖν τὴν δεξιὰν πτέρυγα εἰ ὑποθείης ἀνθρώπῳ καθεύδοντι, εὖ μάλα ἐκταράξεις αὐτόν: δέα γάρ τινα καὶ ἰνδάλματα καὶ φάσματα ὄψεται, καὶ ἐνύπνια ἕτερα οὐδαμῶς εὐμενῆ καὶ φίλα. τραχούρου γε μὴν [p. 338] ζῶντος ἐὰν ἀποκόψῃς τὴν οὐράν, καὶ τὸν τράχουρον αὖθις ἐλεύθερον ἀπολύσῃς ἐς τὴν θάλατταν, τήν γε μὴν προειρημένην οὐρὰν ἐξαρτήσῃς ἵππου κυούσης, οὐ μετὰ μακρὸν ἐκπεσεῖται τὸ ἔμβρυον, καὶ ἐξαμβλώσει ἵππος. μειρακίου γε μὴν δεομένου ἐπὶ μήκιστον τριχῶν ἀπορίας τῶν ἐπὶ τοῦ γενείου, αἷμα ἐπιχρισθὲν θύννου ἀωρόλειον τὸ μειράκιον ἀπεργάζεται. δρᾷ δὲ ἄρα καὶ νάρκη καὶ πνεύμων τὸ αὐτό: ἐν ὄξει γὰρ διασαπεῖσαι αἱ τούτων σάρκες καὶ ἐπιχρισθεῖσαι τοῖς γενείοις φυγὴν τριχῶν ἐνεργάζονταί φασι. τί πρὸς ταῦτα Ταραντῖνοί τε καὶ Τυρρηνοὶ σοφισταὶ κακῶν, δαίδαλον ἐκεῖνό γε ἀνιχνεύσαντές τε καὶ πειράσαντες τὴν πίτταν, ὡς ἐξ ἀνδρῶν ἐς γυναῖκας ἀποκρίνειν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: