previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ χρύσοφρυς ἄρα ἰχθύων ἁπάντων δειλότατος ἦν. ἐν δὴ ταῖς παλιρροίαις τῆς θαλάττης, ὅταν ὥρα Ἀρκτούρῳ σύνδρομος, ὑπονοστεῖ μὲν θάλαττα περὶ τὸ ἄκτιον, ψιλὴ δὲ ψάμμος ὑπολείπεται, καὶ αἱ ναῦς πολλάκις ἐπὶ τῆς γῆς ἑστήκασιν ὕδατος χῆραι. οὐκοῦν οἱ ἐπιχώριοι ὅρπηκας αἰγείρων χλωροὺς καὶ κομῶντας ὀξύναντες δίκην σκολόπων καὶ ἐμπήξαντες τῇ ψάμμῳ ὑπαναχωροῦσιν, εἶτα ὑποστρέψαν τὸ κῦμα ἐπισύρει ἰχθύων τῶν προειρημένων πλῆθος ἄμαχον, ὑπονοστεῖ δὲ αὖθις, καὶ ὑπολείπονται πολλοὶ χρυσόφρυες ἐν ὀλίγῳ ὕδατι, ἔνθ᾽ ἂν καθήμενα εὑρεθῇ καὶ κοῖλα, εἶτα ὑπὸ τοῖς κλάδοις πτήξαντες ἡσυχάζουσι: διασειομένους γὰρ αὐτοὺς καὶ διακινουμένους ὑπὸ τοῦ προσπίπτοντος πνεύματος ὀρρωδοῦσι, καὶ οὔτε σπαίρουσιν οὔτε ἀναπάλλονται. πάρεστι δὴ συλλαβεῖν ὡς αἰχμαλώτους καὶ παίειν παντὶ τῷ προσπεσόντι δειλῶν ἰχθύων δῆμον εἴποι τις ἄν. αἱροῦσι γοῦν αὐτοὺς οὐ τεχνῖται μόνοι, [p. 339] ἀλλὰ κἂν ἰδιώτης παρατυχὼν , καὶ παῖδες καὶ γυναῖκες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: