previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀκούσειας δ᾽ ἂν ἁλιέων καὶ ἰχθύων τινὰ καλλιώνυμον οὕτω λεγόντων. καὶ ὑπὲρ αὐτοῦ Ἀριστοτέλης λέγει ὅτι ἄρα ἐπὶ τοῦ λοβοῦ τοῦ δεξιοῦ καθημένην ἔχει χολὴν πολλήν, τὸ δὲ ἧπαρ αὐτῷ κατὰ τὴν λαιὰν φορεῖται πλευράν. καὶ μαρτυρεῖ τούτοις καὶ Μένανδρος ἐν τῇ Μεσσηνίᾳ οἶμαι λέγων

τίθημ᾽ ἔχειν χολήν σε καλλιωνύμου
πλείω,
καὶ Ἀνάξιππος ἐν Ἐπιδικαζομένῳ

ἐάν με κινῇς καὶ ποιήσῃς τὴν χολὴν
ἅπασαν ὥσπερ καλλιωνύμου ζέσαι,
ὄψει διαφέροντ᾽ οὐδὲ ἓν ξιφίου κυνός.
εἰσὶ μὲν οὖν οἳ καί φασιν αὐτὸν ἐδώδιμον, οἱ δὲ πλείους ἀντιλέγουσιν αὐτοῖς. οὐ ῥᾳδίως δὲ αὐτοῦ μνημονεύουσιν ἐν ταῖς ὑπὲρ τῶν ἰχθύων πανθοινίαις, ὧν τι καὶ ὄφελός ἐστι, ποιηταὶ θέμενοι σπουδὴν ἐς μνήμην ἔνθεσμον, Ἐπίχαρμος μὲν ἐν Ἥβας Γάμῳ καὶ Γᾷ καὶ Θαλάσσᾳ καὶ προσέτι καὶ Μώσαις, Μνησίμαχος δὲ ἐν τῷ Ἰσθμιονίκῃ. [p. 320]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: