previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐλέφαντι ἀγελαίῳ μὲν τετιθασευμένῳ γε μὴν ὕδωρ πῶμά ἐστι, τῷ δὲ τὰ ἐς πόλεμον ἀθλοῦντι οἶνος μέν, οὐ μὴν τῶν ἀμπέλων, ἐπεὶ τὸν μὲν ἐξ ὀρύζης χειρουργοῦσι, τὸν δὲ ἐκ καλάμου. προΐασι δὲ καὶ ἄνθη σφίσιν ἀθροίσοντες: εἰσὶ γὰρ ἐρασταὶ εὐωδίας, καὶ ἄγονταί γε ἐπὶ τοὺς λειμῶνας, ὀσμῇ πωλευθησόμενοι τῇ ἡδίστῃ. καὶ μὲν ἐκλέγει κρίνας τῇ ὀσφρήσει τὸ ἄνθος, τάλαρον δὲ ἔχων πωλευτὴς τρυγῶντος καὶ ἐμβάλλοντος ὑπέχει. εἶτα ὅταν ἐμπλήσῃ τοῦτον, ὥσπερ οὖν ὀπώραν δρεπόμενος λοῦται, καὶ ἥδεται τῷ λουτρῷ κατὰ τοὺς τῶν ἀνθρώπων ἁβροτέρους. εἶτα ἐπανελθὼν τὰ ἄνθη ποθεῖ, καὶ βοᾷ βραδύνοντος, καὶ οὐχ αἱρεῖται τροφὴν πρὶν κομίσῃ τίς οἱ ὅσα ἐτρύγησεν. εἶτα μέντοι τῇ προβοσκίδι ἀναιρούμενος ἐκ τοῦ ταλάρου τῆς φάτνης καταπάττει τὰ χείλη, ἥδυσμα τοῦτό γε τῇ τροφῇ διὰ τῆς εὐοσμίας ἐπινοῶν, ὡς εἰπεῖν. κατασπείρει δὲ καὶ τοῦ χώρου ἔνθα αὐλίζεται τῶν ἀνθέων πολλά, ἡδυσμένον αἱρεῖσθαι γλιχόμενος ὕπνον. Ἰνδοὶ δὲ ἐλέφαντες ἦσαν ἄρα πήχεων ἐννέα τὸ ὕψος, πέντε δὲ τὸ εὖρος. μέγιστοι δὲ ἄρα τῶν ἐκεῖθι ἐλεφάντων οἱ καλούμενοι Πράσιοι, δεύτεροι δ᾽ ἂν τῶνδε τάττοιντο οἱ Ταξίλαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: