previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν δὲ τῷ Ἰονίῳ πελάγει πλησίον Ἐπιδάμνου, ὅπου καὶ Ταυλάντιοι παροικοῦσι, νῆσός ἐστι καὶ Ἀθηνᾶς κέκληται, καὶ οἰκοῦσιν ἐνταῦθα ἁλιεῖς. ἔστι δὲ καὶ λίμνη αὐτόθι, καὶ σκόμβρων ἠθάδων καὶ ἡμέρων ἀγέλαι τρέφονται. καὶ τούτοις μὲν τροφὰς ἐμβάλλουσιν οἱ ἁλιεῖς, καὶ ἔστιν αὐτοῖς πρὸς αὐτοὺς ἔνσπονδα, καί εἰσιν ἐλεύθεροι, καὶ ἀθηρίαν εἰλήχασι, καὶ προΐασιν ἐς χρόνου πλῆθος, καὶ ζῶσιν αὐτόθι σκόμβροι καὶ γέροντες. οὐ μὴν ἀργοὶ σιτοῦνται, οὐδὲ ὑπὲρ ὧν τρέφονταί εἰσιν ἀχάριστοι, λαβόντες δὲ ἐκ τῶν ἁλιέων τροφὰς τὰς ἑωθινὰς εἶτα μέντοι καὶ αὐτοὶ ἐπὶ τὴν θήραν ἴασιν, ὥσπερ οὖν τροφεῖα ἐκτίνοντες. καὶ τοῦ λιμένος προελθόντες ἐπὶ τοὺς ξένους στέλλονται σκόμβρους, καὶ ἐντυχόντες ὡς ἴλῃ τινὶ φάλαγγι, ἅτε ὁμοφύλοις καὶ τῆς αὐτῆς φύσεως οὖσι προσνέουσι, καὶ οὔτε τούτους ἐκεῖνοι φεύγουσιν οὔτε οὗτοι ἐκκλίνουσιν ἐκείνους, ἀλλὰ συνίασιν. εἶτα οἱ τιθασοὶ τοὺς ἐπήλυδας περιελθόντες καὶ κυκλόσε γενόμενοι καὶ ἑαυτοὺς συμφράξαντες ἀπειλήφασι μέσους πολύ τι πλῆθος, καὶ οὐκ ἐῶσι διαδιδράσκειν, ἀναμένουσι δὲ τοὺς τροφέας, καὶ ἀνθ᾽ ὧν ἐκορέσθησαν ἀνθεστιῶσι τοὺς ἁλιέας: ἐπελθόντες γὰρ αἱροῦσιν αὐτοὺς καὶ πολὺν ἐργάζονται φόνον. οἱ δὲ τιθασοὶ ἐπανίασι σπεύδοντες ἐς τὸν λιμένα, καὶ τοὺς ἑαυτῶν χηραμοὺς ὑπελθόντες ἀναμένουσι τὸ δειλινὸν δεῖπνον. [p. 340] οἳ δὲ ἥκουσι κομίζοντες, εἰ βούλονται συνθήρους ἔχειν καὶ φίλους πιστούς. ὁσημέραι μέντοι πράττεται ταῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: