previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἵππος ὅταν τέκῃ, τοῦ βρέφους ἐκπεφυκυῖαν σάρκα οὐ πολλὴν ἀλλὰ ὀλίγην ἀπηρτῆσθαι οἳ μὲν κατὰ τοῦ μετώπου φασίν, οἳ δὲ κατὰ τῆς ὀσφύος, ἄλλοι γε μὴν κατὰ τοῦ αἰδοίου. ταύτην οὖν ἀποτραγοῦσα ἀφανίζει, καλεῖται δὲ τὸ σαρκίον τοῦτα ἱππομανές. οἴκτῳ δὲ ἄρα τῆς φύσεως καὶ ἐλέῳ ἐς τοὺς ἵππους δρᾶται τοῦτο. εἰ γὰρ ἀεί, φασί, καὶ διὰ τέλους προσήρτητο ἐκεῖνο, ἐς οἶστρον ἂν ἀκατασχέτου μίξεως ἐξήπτοντο οἵ τε ἄρρενες καὶ αἱ θήλειαι αὐτῶν. ἔστω δέ, εἰ δοκεῖ, Ἱππείου Ποσειδῶνος Ἀθηνᾶς Ἱππείας τοῦτο δῶρον ἵπποις δοθέν, ἵνα αὐτοῖς τὸ γένος διαμείνῃ, μηδὲ ἀφροδισίων λύττῃ διαφθείρηται. ἴσασι δὲ ἄρα ἱπποφορβοὶ τοῦτο εὖ καὶ καλῶς, καὶ ἐάν ποτε δεηθῶσι τοῦ προειρημένου σαρκίου εἰς ἐπιβουλήν τινος, ὡς ἐξάψαι οἱ ἔρωτα, τὴν ἵππον κύουσαν παραφυλάττουσι, καὶ ὅταν τέκῃ παραχρῆμα ἁρπάζουσι τὸ πωλίον, καὶ ἀποκόπτουσι τὴν προειρημένην σάρκα, καὶ ἐς ὁπλὴν ἐμβάλλουσιν ἵππου θηλείας: ἐνταυθοῖ γὰρ καὶ μόνως [p. 351] ἂν φυλαχθείη καλῶς καὶ ἀποθησαυρισθείη. τὸν δὲ πῶλον ἀνίσχοντι τῷ ἡλίῳ καταθύουσιν: οὐ γὰρ ἔτι θηλάζει μήτηρ αὐτὸν τὸ γνώρισμα ἀφῃρημένον καὶ τῆς εὐνοίας οὐκ ἔχοντα τὴν ὑπόθεσιν: ἐκ γάρ τοι τοῦ κατατραγεῖν τὴν σάρκα φιλεῖν τὸ βρέφος μήτηρ ἰσχυρῶς ἄρχεται. ὅστις δ᾽ ἂν κατά τινα ἐπιβουλὴν ἀνὴρ ἐκείνου γεύσηται τοῦ σαρκίου ἔρωτι καὶ μάλα γε ἀκρατεῖ συνέχεται καὶ ἐκφρύγεται καὶ βοᾷ, καὶ ἀκατασχέτως ὁρμᾷ καὶ ἐπὶ παιδικὰ αἴσχιστα καὶ ἐπὶ γυναῖκα ἀφήλικα καὶ ἀπρόσωπον, καὶ μαρτύρεται τὴν νόσον, καὶ τοῖς ἐντυχοῦσιν ὄπως ἐξοιστρεῖται λέγει. καὶ λείβεται μὲν τὸ σῶμα καὶ φθίνει, ἐλαύνεται δὲ τὴν ψυχὴν ἐρωτικῇ μανίᾳ. ἀκούω τοίνυν καὶ ἐν Ὀλυμπίᾳ τὴν ἵππον τὴν χαλκῆν, ἧς ἐρῶσιν ἵπποι καὶ ἐπιμαίνονται καὶ ἐγχρίμπτεσθαι ἐθέλουσι καὶ χρεμετίζουσι θεασάμενοι χρεμέτισμα ἐρωτικόν, ἔχειν τὴν ἐκ τοῦδε τοῦ ἱππομανοῦς ἐπιβουλὴν ἐν τῷ χαλκῷ γεγοητευμένῳ λανθάνουσαν, καὶ κρυφίῳ τινὶ μηχανῇ τοῦ τεχνίτου ἐπιβουλεύειν τὸν χαλκὸν τοῖς ζῶσιν: μὴ γὰρ εἶναι τοσαύτην ἀκρίβειαν, ὡς οὕτως ἐξ αὐτῆς ἀπατᾶσθαί τε καὶ ἐξοιστρεῖσθαι τοὺς ἵππους τοὺς ὁρῶντας. καὶ ἴσως μὲν λέγουσί τι οἱ λέγοντες, ἴσως δὲ οὐδὲν λέγουσιν: δ᾽ οὖν ἤκουσα καὶ ὑπὲρ τούτων εἶπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: