previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λέγουσι δὲ ἄνδρες ἁλιείας ἐπιστήμονες, τὴν τοῦ ἱπποκάμπου γαστέρα εἴ τις ἐν οἴνῳ κατατήξειεν ἕψων καὶ τοῦτον δοίη τινὶ πιεῖν, φάρμακον εἶναι τὸν οἶνον [p. 352] ἄηθες ὡς πρὸς τὰ ἄλλα φάρμακα ἀντικρινόμενον: τὸν γάρ τοι πιόντα αὐτοῦ πρῶτον μὲν καταλαμβάνεσθαι λυγγὶ σφοδροτάτῃ, εἶτα βήττειν ξηρὰν βῆχα, καὶ στρεβλοῦσθαι μέν, ἀναπλεῖν δὲ αὐτῷ οὐδὲ ἕν, διογκοῦσθαι δὲ καὶ διοιδάνειν τὴν ἄνω γαστέρα, θερμά τε τῇ κεφαλῇ ἐπιπολάζειν ῥεύματα, καὶ διὰ τῆς ῥινὸς κατιέναι φλέγμα καὶ ἰχθυηρᾶς ὀσμῆς προσβάλλειν: τοὺς δὲ ὀφθαλμοὺς ὑφαίμους αὐτῷ γίνεσθαι καὶ πυρώδεις, τὰ βλέφαρα δὲ διογκοῦσθαι. ἐμέτων δὲ ἐπιθυμίαι ἐξάπτονταί φασιν, ἀναπλεῖ δὲ οὐδὲ ἕν. εἰ δὲ ἐκνικήσειεν φύσις, τὸν μὲν τὸ ἐς θάνατον σφαλερὸν παριέναι, ἐς λήθην δὲ ὑπολισθάνειν καὶ παράνοιαν. ἐὰν δὲ ἐς τὴν κάτω γαστέρα διολίσθῃ, μηδὲν ἔτι εἶναι, πάντως δὲ ἀποθνήσκειν τὸν ἑαλωκότα. οἱ δὲ περιγενόμενοι ἐς παράνοιαν ἐξοκείλαντες ὕδατος ἱμέρῳ πολλῷ καταλαμβάνονται, καὶ ὁρᾶν διψῶσιν ὕδωρ καὶ ἀκούειν λειβομένου: καὶ τοῦτό γε αὐτοὺς καταβαυκαλᾷ καὶ κατευνάζει. καὶ διαρίβειν φιλοῦσιν παρὰ τοῖς ἀενάοις ποταμοῖς αἰγιαλῶν πλησίον παρὰ κρήναις λίμναις τισί, καὶ πιεῖν μὲν οὐ πάνυ τι γλίχονται, ἐρῶσι δὲ νήχεσθαι καὶ τέγγειν τὼ πόδε ἀπονίπτειν τὼ χεῖρε. οἳ δὲ οὐκ αὐτὴν τὴν τοῦ ἱπποκάμπου γαστέρα τούτων αἰτίαν εἶναί φασιν, ἀλλὰ νέμεσθαί τι φυκίον τὸ ζῷον πικρὸν δεινῶς, οὗ τὴν ποιότητα ἐς ἐκείνην μεταχωρεῖν. εὑρέθη δὲ ἄρα καὶ ἐς σωτηρίαν ἱππόκαμπος ἐπιτήδειος ἀγχινοίᾳ παλαιοῦ μὲν ἁλιέως, σοφοῦ δὲ τὰ θαλάττια. ἦν Κρὴς ἁλιεὺς γέρων, καὶ παῖδας νεανίας εἶχε καὶ τούτους ἁλιέας. οὐκοῦν συνηνέχθη τὸν μὲν πρεσβύτην ἱπποκάμπους θηρᾶσαι μετὰ καὶ ἄλλων ἰχθύων, τοὺς δὲ νεανίας δηχθῆναι ὑπὸ κυνὸς λυττώσης, τῷ πρώτῳ δηχθέντι τῶν ἄλλων ἀμυνάντων καὶ τῷ αὐτῷ πάθει περιπεσόντων. οἳ μὲν [p. 353] οὖν ἔκειντο Ῥιθύμνης τῆς Κρητικῆς πρὸς ταῖς ᾐόσιν ῾ἔστι δὲ αὕτη κώμη, ὥς φασιν᾽, οἱ δὲ θεώμενοι συνήλγουν τῷ πάθει, καὶ τὴν κύνα ἀποκτεῖναι προσέταττον καὶ τὸ ἧπαρ δοῦναι τοῖς νεανίαις ὡς φάρμακον τοῦ κακοῦ καταφαγεῖν, οἳ δὲ ἐς τῆς Ῥοκκαίας οὕτω καλουμένης Ἀρτέμιδος ἄγειν καὶ αἰτεῖν ἴασιν παρὰ τῆς θεοῦ. δὲ γέρων καὶ μάλα ἀδεῶς τε καὶ ἀτρέπτως ταῦτα μὲν ἐπαινεῖν τοὺς συμβουλεύσαντας εἴα, τῶν δὲ ἱπποκάμπων τὰς γαστέρας ἐκκαθάρας, τὰς μὲν ὤπτησε καὶ ἔδωκεν αὐτοῖς προσενέγκασθαι, τὰς δὲ συντρίψας ἐς ὄξος καὶ μέλι, καὶ τὰ ἕλκη περιπλάσας τούτοις τὰ τοῦ δήγματος, εἶτα τῆς τῶν νεανιῶν ἐκράτησε λύττης τῷ πόθῳ τοῦ ὕδατος, ὅνπερ οὖν οἱ ἱππόκαμποι αὐτοῖς ὑπεξῆπτον. καὶ τόνδε τὸν τρόπον τοὺς παῖδας ἰάσατο, ὀψὲ μέντοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: