previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὄνομα φυτοῦ κυνόσπαστος ῾καλεῖται δὲ ἄρα καὶ ἀγλαόφωτις αὐτή: βούλομαι γὰρ ἐκτῖσαι χρέος ὑπομνησθείσ᾽ μεθ᾽ ἡμέραν μὲν ἐν τοῖς ἄλλοις διαλέληθε καὶ οὐκ ἔστι πάνυ τι σύνοπτον, νύκτωρ δὲ ἐκφαίνεται καὶ διαπρέπει, ὡς ἀστήρ: φλογώδης γάρ ἐστι καὶ ἔοικε πυρί. οὐκοῦν σημεῖόν τι ταῖς ῥίζαις παραπήξαντες αὐτῆς ἀπαλλάττονται, οὔτε τὴν χρόαν ἔχοντες μεθ᾽ ἡμέραν εἰ μὴ τοῦτο δράσαιεν μνημονεῦσαι οὔτε μὴν τὸ εἶδος. παρελθούσης δὲ τῆς νυκτὸς ἥκουσι, καὶ θεασάμενοι τὸ σημεῖον ὅπερ οὖν κατέλιπον καὶ γνωρίσαντες ἔχουσι συμβαλεῖν ὅτι ἄρα τοῦτο ἐκεῖνό ἐστιν οὗ καὶ δέονται, ἐπεί τοι τελέως ὅμοιόν ἐστι τοῖς παρεστῶσι καὶ οὐδὲ ὀλίγον διαλλάττει αὐτῶν. οὐκ ἀνασπῶσι δὲ αὐτοὶ τὸ φυτὸν τόδε, οὐ χαιρήσουσι πάντως. οὔκουν οὔτε περισκάπτει τις οὔτε ἀνασπᾷ, ἐπεὶ καί, φασί, τὸν πρώτιστον ὑπ᾽ ἀπειρίας τῆς κατ᾽ αὐτὸ φύσεως προσαψάμενον οὐκ ἐς μακρὰν ἀπώλεσεν. ἄγουσιν οὖν κύνα νεανίαν ἡμερῶν ἀτροφήσαντα καὶ λιμώττοντα ἰσχυρῶς, καὶ τούτου σπάρτον ἐξάψαντες εὖ μάλα στερεὸν καὶ τῆς ἀγλαοφώτιδος τῷ κάτω στελέχει βρόχον τινὰ δύσλυτον προσαρτήσαντες ὡς οἷοί τέ εἰσι μακρόθεν, εἶτα τῷ κυνὶ προτιθέασι κρέα πάμπολλα ὀπτὰ κνίσσης προσβάλλοντα: δὲ ὑπὸ τοῦ λιμοῦ φλεγόμενος καὶ στρεβλούμενος ὑπὸ τῆς κνίσσης ἐπὶ τὰ προκείμενα [p. 362] ᾄττει κρέα, καὶ ὑπὸ ῥύμης αὐτόρριζον ἀνασπᾷ τὸ φυτόν. ἐπὰν δὲ ἥλιος ἴδῃ τὰς ῥίζας, κύων ἀποθνήσκει παραχρῆμα. θάπτουσι δὲ ἐν αὐτῷ τῷ χώρῳ αὐτόν, καί τινας δράσαντες ἀπορρήτους ἱερουργίας καὶ τιμήσαντες τοῦ κυνὸς τὸν νεκρὸν ὡς ὑπὲρ αὐτῶν τεθνεῶτος εἶτα μέντοι προσάψασθαι τολμῶσι τοῦ φυτοῦ τοῦ προειρημένου, καὶ κομίζουσιν οἴκαδε. καὶ καταχρῶνταί φασιν ἐς πολλὰ καὶ λυσιτελῆ: ἐν δὲ τοῖς καὶ τὴν ἐκ τῆς σελήνης νόσον ἐνσκήπτειν τοῖς ἀνθρώποις λεγομένην ἰᾶσθαί φασιν αὐτήν, καὶ τῶν ὀφθαλμῶν τὸ πάθος, ὅπερ οὖν ὑγροῦ ἐπικλύσαντος καὶ παγέντος ἀφαιρεῖ τὴν ὄψιν αὐτούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: