previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πόλις ἐστὶν ἐν τοῖς ὑπὸ τὴν ἑσπέραν χωρίοις Ἰταλική. ὄνομα αὐτῇ Πατάβιον. Ἀντήνορος ἔργον εἶναι λέγουσι τοῦ Τρωὸς τὴν πόλιν. ταύτην δὲ ᾤκισεν ἄρα οἴκοθεν σωθείς, ὅτε ἀπηλλάγη τῆς πατρίδος ἁλούσης τῆς Ἰλίου, αἰδεσθέντων αὐτὸν τῶν Ἑλλήνων, [p. 344] ἐπεὶ πρεσβεύοντα τὸν Μενέλεων σὺν τῷ Ὀδυσσεῖ ὑπὲρ τῆς Ἑλένης ἔσωσεν, Ἀντιμάχου συμβουλεύσαντος ἀποκτεῖναι αὐτούς. ἔλεγε δὲ ἄρα οὗτος ταῦτα

χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος, ἀγλαὰ δῶρα,
ὡς Ὅμηρός φησιν. οὐκοῦν τῷδε Παταβίῳ πόλις γειτνιᾷ ἑτέρα, καὶ Βικετίαν καλοῦσιν αὐτήν, καὶ παραρρεῖ ποταμὸς αὐτῇ Ἠρέταινος ὄνομα, καὶ παραμείβεται οὗτος γῆν οὐκ ὀλίγην εἶτα ἐς τὸν Ἠριδανὸν ἐμβάλλει, καὶ ἀνακοινοῦταί οἱ τὸ ὕδωρ. ἐν δὴ τῷ Ἠρεταίνῳ έγχέλεις γίνονται μέγισταί τε καὶ τῶν ἀλλαχόθεν πιότεραι μακρῷ, ἁλίσκονται δὲ ἄρα τὸν τρόπον τοῦτον. ἐπὶ πέτρας προβλῆτος κάθηται θηρατὴς ἔν τινι κολποειδεῖ χωρίῳ, ὅπου καὶ πλατύνεται τὸ ῥεῦμα ἐπὶ μᾶλλον, καὶ ἐπί τινος δένδρου κάθηται προρρίζου πλησίον τῆς ὄχθης ῥιφέντος ὑπὸ πνεύματος σκληροῦ, ὅπερ οὖν ὑποσήπεται μέν, ἀχρεῖον δέ ἐστι κατακοπῆναί τε καὶ ἐκκαῦσαι αὐτό. οὐκοῦν ἑαυτὸν ἐγκαθίσας τῶν ἐγχέλεων ἁλιεὺς τῶνδε, καὶ λαβὼν ἔντερον νεοσφαγοῦς ἀρνὸς τριῶν μὲν τεττάρων πήχεων, πεπιασμένον δὲ ἰσχυρῶς, τὴν μὲν ἀρχὴν αὐτοῦ καθίησιν ἐς τὸ ὕδωρ, καὶ εἰλεῖται ἐν ταῖς δίναις στρεφόμενον, τό γε μὴν τέλος διὰ χειρῶν ἔχει, ἐμβέβληται δὲ ἐς αὐτὸ καλάμου τρύφος, ὅσον κώπην εἶναι τὸ μῆκος ξίφους. οὐ μὴν λανθάνει τὰς ἐγχέλεις τροφή: χαίρουσι γὰρ τῷδε τῷ ἐντέρῳ. καὶ γε πρώτη προσελθοῦσα, οἰστρουμένη ὑπὸ τοῦ λιμοῦ καὶ περιχανοῦσα, ἐμφύει τοὺς ὀδόντας γυρούς τε καὶ ἀγκιστρώδεις καὶ δυσεξελίκτους ὄντας, καὶ συνεχῶς ἐπισκαίρει τε καὶ πειρᾶται καθέλκειν τὸ δέλεαρ. δὲ κραδαινομένου τοῦ ἐντέρου συνεὶς ἔχεσθαι [p. 345] τὴν ἔγχελυν, τὸν κάλαμον τὸ ἔντερον προσήρτηται ἐνθεὶς τῷ ἑαυτοῦ στόματι καὶ ὅσον σθένει καταπνέων, φυσᾷ τὸ ἔντερον καὶ μάλα γε ἰσχυρῶς, τὸ δὲ ἐκ τοῦ καταρρέοντος πνεύματος πίμπραται καὶ οἰδάνει. τοίνυν ἄνεμος κατολισθάνει ἐς τὴν ἔγχελυν, καὶ πληροῖ μὲν τοῦ πνεύματος αὐτῆς τὴν κεφαλήν, πληροῖ δὲ τὴν φάρυγγα, καὶ ἐμφράττει τῷ θηρίῳ τὸ ἆσθμα. καὶ ἀναπνεῦσαι μὴ δυναμένη μηδὲ μὴν ἐξελεῖν τοῦ σπλάγχνου τοὺς ἐμπεφυκότας ὀδόντας ἀποπνίγεται, καὶ ἀνασπᾶται ἁλοῦσα ὑπὸ τοῦ ἐντέρου καὶ τοῦ πνεύματος καὶ τοῦ καλάμου τρίτου. καθ᾽ ἑκάστην μὲν οὖν δρᾶται τοῦτο, ἁλίσκονται δὲ ὑπὸ πολλῶν πολλαί. ἔστω δή μοι καὶ ταῦτα τῶνδε τῶν ἰχθύων λεχθέντα ἴδια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: