previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κεφαλὴ δὲ ἄρα ἐκείνῳ καὶ στόμα γεράνου ἐστὶ τῆς πτηνῆς, λεπίδες δὲ αὐτῷ, γεράνου πτερὰ καὶ ταύτας εἴποις ἄν. ἔρχεται δὲ οὐχ ἑλικτὴν τὴν νῆξιν, ὥσπερ οὖν οἱ τῶν ἰχθύων κατὰ τὰς ἐγχέλεις στενοὶ καὶ μακροί. ἔχει δὲ ῥώμην καὶ μάλα ἁλτικήν: πηδᾷ γοῦν ὥσπερ ἀπὸ νευρᾶς οἰστὸς ἀφεθείς. λέγουσιν οὖν οἱ λόγοι οἱ μὲν Ἐπιδαύριοι τοῦτο τὸ ζῷον οὐδενὸς ἰχθύος ἔκγονον, ἀλλὰ τὰς πτηνὰς γεράνους φευγούσας τὸν Θρᾴκιον κρυμὸν καὶ τὸν ἑσπέριον τὸν ἄλλον ἐμπίπτειν μὲν τῷ πνεύματι, τάς γε μὴν θηλείας ἐς μίξιν οἰστρᾶσθαι, τοὺς δὲ ἄρρενας αὐταῖς ἐπιφλέγεσθαι, καὶ μέντοι καὶ ἐς τὴν πρὸς αὐτὰς ὁμιλίαν κυμαίνειν, καὶ διὰ ταῦτά τοι καὶ ἀναβαίνειν αὐτὰς ἐθέλειν, τὰς δὲ οὐχ ὑπομένειν: μὴ γὰρ οἵας τε εἶναι μετέωρον μίξιν φέρειν: τοὺς δὲ ἐγκρατεῖς οὐκ ἔχοντας γενέσθαι τοῦ πόθου, ἐκβάλλειν τὴν γονήν. καὶ εἰ μὲν τύχοιεν ὑπὲρ γῆς φερόμενοι, τὴν δὲ ἐκπίπτειν ἐς οὐδὲ ἕν, ἀλλ᾽ ἀπόλλυσθαι ἄλλως: εἰ δὲ ὑπὲρ τοῦ πελάγους πέτοιντο, ἐνταῦθά τοι τὴν θάλατταν ὥσπερ οὖν θησαύρισμα παραλαβοῦσαν φυλάττειν ἔμβρυον, καὶ γεννᾶν τὸ ζῷον τοῦτο, ἀλλ᾽ οὐ διαφθείρειν ὥσπερ ἔς τινα ἄγονον καὶ στερίφην γαστέρα ἐμπεσόν. καὶ τούτων μὲν τῶν λόγων ἅτερος καὶ δὴ διηνύσθη [p. 374] Ἐπιδαύριος. λέγει δὲ ἄλλος, οὗ τὸ γένος εὐκ οἶδα, ἑτέραν ὁδὸν τραπόμενος, εἶτα μέντοι οὐ ταὐτὰ ὁμολογεῖ, ὡς δ᾽ ἂν μὴ δοκοίην ἀμαθὴς εἶναι αὐτοῦ, λελέξεται μέντοι καὶ ἐκεῖνος. Δημόστρατος, οὗπερ οὖν καὶ ἀνωτέρω μνήμην ἐποιησάμην, εἶδον τὸν ἰχθὺν δ᾽ ὅς, καί μ᾽ ἐσῆλθεν αὐτοῦ θαῦμα, καὶ ἐβουλήθην αὐτὸν ποιῆσαι τάριχον, ἵνα εἴη καὶ ἄλλῳ βλέπειν. οὐκοῦν ἐνεργῶν ὄντων καὶ ἀνοιγνύντων τῶν μαγείρων αὐτόν, ἐπεσκόπουν τὰ σπλάγχνα αὐτός. ἀκάνθας τε εἶδον ἐξ ἑκατέρας τῆς πλευρᾶς συνιούσας τε καὶ ἐγκλινούσας τὰ πέρατα ἐς ἀλλήλας, τρίγωνοι δέ φησιν ἦσαν ὥσπερ οὖν καὶ αἱ κύρβεις, ἧπάρ τε ἐνέκειτό οἱ προῆκον ἐς μῆκος, ὑπέκειτο δὲ αὐτῷ καὶ χολὴ μακρὰν ἔχουσα τὴν φῦσαν κατὰ τὰ φασκώλια: εἶπες δ᾽ ἂν ἰδὼν τὴν χολὴν κύαμον ὑγρὸν εἶναι. ἐξαιρεθέντα οὖν ἄμφω, καὶ χολὴ καὶ τὸ ἧπαρ, τὸ μὲν ἕτερον διωγκώθη καὶ ἐῴκει ἰχθύος ἥπατι μεγίστου, διατήξασα δ᾽ χολὴ τὸν λίθον ῾καὶ γάρ πως ἔτυχε τεθεῖσα ἐπὶ λίθοὐ εἶτα ἠφανίσθη. ἄμφω δὲ τὼ λόγω ἐνταῦθα ὁρίζομεν. θήραν δὲ πηλαμύδων εἰπεῖν μὴ πάνυ τι συνειθισμένην οὐκ ἔστιν ἔξω τῆσδε τῆς σπουδῆς. δέκα νεανίαι τὸ ἀκμαιότατον ἀνθοῦντες ἀναβαίνουσι ναῦν ἐλαφρὰν καὶ διὰ ταῦτά τοι καὶ ταχυτάτην: διανέμοντες δὲ ἑαυτοὺς ἐς ἑκατέραν ἴσους τὴν πλευρὰν καὶ κορεσθέντες εὖ μάλα τροφῆς, εἶτα μέντοι τοῖς ἐρετμοῖς ἕκαστος ἐπιχειροῦσι, πλανώμενοι δεῦρο καὶ ἐκεῖσε. κάθηται δὲ εἷς ἐπὶ τῆς πρύμνης, καὶ ἐντεῦθέν τε καὶ ἐκεῖθεν παρασείρους καθίησιν ὁρμιάς: ἤρτηνται δὲ τούτων καὶ ἄλλαι, καὶ συνῆπται πάσαις τὰ ἄγκιστρα, καὶ ἕκαστον ἄγκιστρον δέλεαρ φέρει Λακαίνης πορφύρας μαλλῷ κατειλημένον, καὶ πτερὸν [p. 375] μέντοι λάρου ἑκάστῳ ἀγκίστρῳ προσήρτηται, ὥστε ἡσυχῆ διασείεσθαι ὑπὸ τοῦ προσπίπτοντος ὕδατος. τούτων οὖν ἱμέρῳ προσνέουσιν αἱ πηλαμύδες: μία δὲ μάλιστα προτένθης ὅταν τὸ στόμα ἐναπερείσῃ, προσίασι καὶ αἱ λοιπαί, καὶ δονεῖται τὰ ἄγκιστρα ὑπὸ τὸν αὐτὸν καιρὸν περιπαρέντα τοῖς ἰχθύσιν. οἱ ἄνδρες οὖν τοῦ μὲν ἐρέττειν ἔτι ἀπέστησαν, παρῆκαν δὲ τὰς κώπας, ἐξαναστάντες δὲ ἀνασπῶσι τὰς μηρίνθους εὐαγρούσας καὶ μέντοι καὶ βριθομένας τοῖς ἰχθύσιν: ὅταν δὲ ἐς τὴν ναῦν ἐμπέσωσι, διαφαίνεται τῆς εὐθηρίας τὸ μαρτύριον ἐκ τοῦ πλήθους τῶν ἰχθύων τῶν ἑαλωκότων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: