previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


χερσαία γαλῆ ὅτι ἦν ἄνθρωπος ἤκουσα: καὶ ὅτι τοῦτο ἐκαλεῖτο, καὶ ὅτι ἦν γόης καὶ φαρμακίς, καὶ ὅτι δεινῶς ἀκόλαστος ἦν καὶ ἀφροδίτην παράνομον ἐνόσει, καὶ ταῦτα ἐς ἀκοὴν τὴν ἐμὴν ἀφίκετο: καὶ ὡς ἐς τοῦτο τὸ ζῷον τὸ κακὸν ἔτρεψεν αὐτὴν Ἑκάτης τῆς θεοῦ μῆνις οὐδὲ τοῦτό με λέληθεν. μὲν οὖν θεὸς ἵλεως ἔστω: μύθους δὲ ἐῶ καὶ μυθολογίαν ἄλλοις. ὅτι δέ ἐστι θηρίον ἐπιβουλότατον, καὶ νεκροῖς ἀνθρώποις ἐπιτίθενται γαλαῖ, καὶ μὴ φυλαττομένοις ἐπιπηδῶσι, καὶ συλῶσι τοὺς ὀφθαλμοὺς καὶ ἐκροφοῦσι, δῆλόν ἐστι. φασὶ δὲ καὶ ὄρχεις γαλῆς γυναικὶ κατ᾽ ἐπιβουλὴν ἑκούσῃ περιαφθέντας ἐπίσχειν τοῦ ἔτι μητέρα γίνεσθαι, καὶ ἀναστέλλειν μίξεως. σπλάγχνα δὲ γαλῆς σκευασίαν τινὰ προσλαβόντα, ἣν ἴστωσαν οἱ σοφοὶ ταῦτα, καὶ ἐς οἶνον ἐμβληθέντα κατ᾽ ἐπιβουλήν, φιλίαν ὡς λόγος διίστησι, καὶ ἡνωμένην τέως εὔνοιαν διακόπτει. καὶ ὑπὲρ μὲν τούτων τοὺς γόητάς τε καὶ φαρμακέας Ἄρει φίλῳ κολάζειν καὶ δικαιοῦν καταλείπωμεν. εἴη δ᾽ ἂν καὶ ἰχθὺς γαλῆ, σμικρὸς οὗτος, καὶ οὐδέν τι κοινὸν πρὸς [p. 376] τοὺς καλουμένους γαλεοὺς ἔχων. οἱ μὲν γάρ εἰσι σελάχη καὶ πελάγιοι, καὶ ἐς μέγεθος προήκοντες εἶτα μέντοι κυνὶ ἐοίκασιν: γαλῆ δέ, φαίης ἂν αὐτὴν εἶναι τὸν καλούμενον ἥπατον. ἰχθὺς δὲ ἔστιν αὕτη βραχύς, καὶ τὼ ὀφθαλμὼ ἐπιμέμυκε: κόρας δὲ ἔχει κυανοῦ χρόᾳ προσεικασμένας. καὶ τὸ μὲν γένειον ἔχει τοῦ ἡπάτου μεῖζον, ἡττᾶται δὲ αὖ πάλιν τοῦ χρέμητος κατά γε τοῦτο. πετραίαν δὲ οὖσαν τὴν γαλῆν καὶ νεμομένην φυκία ἀκούω πάντων σωμάτων οἷς ἂν νεκροῖς ἐντύχῃ τοὺς ὀφθαλμοὺς καὶ ταύτην ὡς τὴν χερσαίαν ἐσθίειν. χρῶνται δὲ αὐτῇ ἐς τὰ ὅμοια ἁλιεῖς ὅσοι κατὰ τοὺς Ἠπειρώτας φαρμακεύουσι πονηροὶ καὶ οὗτοι σοφισταὶ κακῶν. ἐπεὶ δὲ ὠμοβόρον ἐστὶ τὸ τῶν ἰχθύων τῶνδε φῦλον, πᾶν τὸ ταῖς ὑδροθηρίαις γένος συμβιοῦν καὶ τὰς ὑποδύσεις τὰς κατωτάτω μετιὸν μελαίνουσι τὰς ἑαυτῶν βάσεις καὶ τὰ κοῖλα τῶν χειρῶν, ἀφανίζειν πειρώμενοι τὴν ἐξ αὐτῶν αὐγήν: τὰ γάρ τοι τῶν ἀνθρώπων μέλη, ὡς ὅτι μάλιστα ἐκλάμποντα ἐν τῷ ὕδατι, ἐφολκὰ τῶν ἰχθύων τούτων ἐστίν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: