previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


χῆμαι δὲ θαλάττιαι ζῷόν εἰσι καὶ αὗται διάφορον: αἳ μὲν γὰρ αὐτῶν τραχεῖαι πεφύκασιν, αἳ δὲ λεῖαι πάνυ: καὶ τὰς μὲν τοῖς δακτύλοις πιέσας συνθλάσεις, τὰς δὲ συντρίψεις λίθῳ: καὶ αἳ μὲν αὐτῶν μελάνταται τὴν χρόαν εἰσίν, αἳ δέ, ἀργύρῳ φαίης ἂν αὐτὰς προσεοικέναι, αἳ δὲ ἀνακραθείσας περίκεινται τὰς χρόας τὰς προειρημένας. γένη δὲ αὐτῶν διάφορα καὶ εὐναὶ πάνυ ποικίλαι: αἳ μὲν γὰρ ἐν ταῖς ψάμμοις κεῖνται διεσπαρμέναι ταῖς τῶν αἰγιαλῶν, διαναπαύονταί τε κατὰ τῆς ἰλύος, αἳ δὲ ὑπόκεινται τῷ βρύῳ, αἳ δὲ εἰλημμέναι τῶν σπιλάδων εἶτα αὐταῖς προσέχονται μάλα ἐγκρατῶς. ἐν δὲ τῇ καλουμένῃ Ἰστριάδι θαλάττῃ αἵδε αἰ χῆμαι κατὰ τὴν ὥραν τὴν [p. 377] θέρειον, ὑπαρχομένου τοῦ ἀμήτου, δίκην ἀγέλης ἀλλήλαις συμφέρονται, καὶ ἀναπλέουσι κούφως, τά γε πρῶτα βαρεῖαί τε καὶ ἐπαχθεῖς οὖσαι καὶ οὐκ ἀναπλεύσασαι, ἀλλὰ τηνικάδε οὐκέτι τοιαῦται. ἀποδιδράσκουσι δὲ τὸν νότον, καὶ φεύγουσι τὸν βορρᾶν, καὶ οὐδὲ τὸν εὖρον ἀνέχονται. χαίρουσι δὲ ἀκύμονι θαλάττῃ, καὶ ζεφύρου καταπνεούσαις αὔραις ἡδείαις τε καὶ μαλακαῖς. ὑπὸ ταύταις οὖν τοὺς ἑαυτῶν εἰλυοὺς ἐκλιποῦσαι, μεμυκυῖαί τε καὶ κατάκλειστοι ἔτι, ἀνίασιν ἐκ τῶν μυχῶν, καὶ ἀκύμονος οὔσης τῆς θαλάττης νέουσι: καὶ τότε ἀνοίξασαι τὰς ἑαυτῶν στέγας ἐκκύπτουσιν, ὡς ἐκ τῶν ἰδίων θαλάμων αἱ νύμφαι τὰ ῥόδα πρὸς τὴν εἵλην ὑπαλεανθέντα καὶ ἐκκύψαντα τῶν καλύκων. οὐκοῦν κατὰ μικρὰ ὑποθαρροῦσαι, καὶ μάλα γε ἀσμένως ἡσυχάζουσι καὶ ἀτρεμοῦσι τὸν ἑταῖρον ἄνεμον προσδεχόμεναι, καὶ τὸν μὲν ὑπεστόρεσαν χιτῶνα, τὸν δὲ ὤρθωσαν, καὶ πλέουσι τῷ μὲν ἱστίῳ αἱ χῆμαι, τῷ δὲ σκάφει χρώμεναι. καὶ προΐασι μὲν τὸν τρόπον τοῦτον, ἡσυχίας οὔσης καὶ εὐδίας ῾οὐδὲν φαίης ἂν μακρόθεν ἰδὼν νηΐτην στόλον εἶναἰ: ἐὰν δὲ αἴσθωνται νεὼς ἐπίπλουν ἔφοδον θηρίου νῆξιν ἰχθύος ἁδροῦ, ἑαυτὰς ὑφ᾽ ἑνὶ κρότῳ τῶν ὀστράκων πτύξασαι, κατώλισθόν τε ἀθρόαι καὶ ἠφανίσθησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: