previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰνδῶν δὲ μέγας βασιλεὺς μιᾶς ἡμέρας ἀνὰ πᾶν [p. 379] ἔτος ἀγωνίας προτίθησι τοῖς τε ἄλλοις ὅσοις εἶπον ἑτέρωθι, ἐν δὲ τοῖς καὶ ζῴοις ἀλόγοις, ἀλλὰ ἐκείνοις γε ὧν ἐκπέφυκε κέρατα. κυρίττει δὲ ταῦτα ἄλληλα, καὶ φύσει τινὶ θαυμαστῇ μέχρι νίκης ἁμιλλᾶται, ὥσπερ οὖν ἀθληταὶ ὑπὲρ ἄθλων μεγίστων ἰσχυριζόμενοι ὑπὲρ κλέους σεμνοῦ καὶ φήμης τινὸς ἀγαθῆς. εἰσὶ δὲ οἱ ἀγωνισταὶ οἵδε οἱ ἄλογοι ταῦροί τε ἄγριοι καὶ κριοὶ ἥμεροι καὶ οἱ καλούμενοι μέσοι καὶ ὄνοι μονόκερῳ καὶ ὕαιναι. φασὶ δὲ εἶναι τοῦτο τὸ ζῷον δορκάδος μὲν ἧττον, ἐλάφου δὲ πολλῷ θρασύτερον καὶ θυμούμενον ἐς κέρας. εἶτα ἐπὶ πᾶσιν οἱ ἐλέφαντες ἀγωνισταὶ παρίασιν: προχωροῦσι δὲ οὗτοι καὶ μέχρι θανάτου τιτρώσκοντες ἀλλήλους τοῖς κέρασιν, καὶ πολλάκις μὲν ἕτερος κρατεῖ καὶ ἀποκτείνει τὸν ἀντίπαλον, πολλάκις δὲ καὶ συναποθνήσκουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: