previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ θαλάττιοι κριοί, ὧνπερ οὖν ὄνομα μὲν ἐς τοὺς πολλοὺς διαρρεῖ, ἱστορία δὲ οὐ πάνυ τι σαφής, εἰ μὴ ὅσον χειρουργίᾳ δείκνυται, χειμάζουσι μὲν περὶ τὸν Κύρνειόν τε καὶ Σαρδῷον πορθμόν, καὶ φαίνονταί γε καὶ ἔξαλοι. περινήχονται δὲ ἄρα αὐτοὺς καὶ δελφῖνες μεγέθει μέγιστοι. τοίνυν ἄρρην κριός, λευκὴν τὸ μέτωπον ταινίαν ἔχει περιθέουσαν ῾εἴποις ἂν Λυσιμάχου τοῦτο διάδημα Ἀντιγόνου τινος τῶν ἐν [p. 367] Μακεδονίᾳ βασιλέων ἄλλοὐ: κριὸς δὲ θῆλυς, ὡς οἱ ἀλεκτρυόνες τὰ κάλλαια, οὕτω τοι καὶ οὗτος ὑπὸ τῇ δέρῃ ἠρτημένους πλοκάμους ἔχει. ἁρπάζει δὲ ἄρα τοῖνδε τοῖν κριοῖν ἑκάτερος νεκρὰ σώματα, καὶ ποιεῖται τροφὴν αὐτά. ἀλλὰ καὶ ζῶντας ἁρπάζει, καὶ τῷ τῆς νήξεως κλύδωνι, πολὺς ὢν καὶ ὑπέρογκος, καὶ ναῦς περιτρέπει, χειμῶνα αὐταῖς ἐξ ἑαυτοῦ τοσοῦτον ἐργασάμενος. ἁρπάζει δὲ καὶ τοὺς ἀπὸ γῆς ἑστῶτας τῆς πλησίον. λέγουσι δὲ οἱ τὴν Κύρνον κατοικοῦντες, νεὼς διεφθαρμένης ἐν χειμῶνι ἄνδρα εὖ μάλα νηκτικὸν πολλὴν θάλατταν διανύσαντα λαβέσθαι τινὸς ἄκρας σφίσιν ἐπιχωρίου, καὶ ἀνελθόντα ἑστάναι καὶ μάλα ἀδεῶς, ὡς ἤδη κινδύνων ἁπάντων ἐλεύθερον γενόμενον καὶ ἐν ἀδείᾳ τοῦ ζῆν καὶ ἐξουσίᾳ ὄντα. κριὸν οὖν παρανηχόμενον θεάσασθαι τὸν ἑστῶτα, καὶ ἀναφλεχθέντα ὑπὸ τοῦ λιμοῦ ἑλίξαι τε ἑαυτὸν καὶ κυρτῶσαι καὶ τῷ οὐραίῳ μέρει πολλὴν ἐλάσαι θάλατταν, εἶτα ἑαυτὸν μετεωρίσαι ἀρθέντα ὑπὸ τοῦ οἰδήσαντος κύματος, καὶ ἐπὶ τὴν ἄκραν φθάσαι ἀναταθέντα καὶ δίκην καταιγίδος στροβίλου ἁρπάσαι τὸν ἄνθρωπον. καὶ τὸ μὲν Κύρνειον ἅρπαγμά τε καὶ θήραμα τοῦ κριοῦ ἐς τοσοῦτον: μυθοποιοῦσι δὲ οἱ τὸν Ὠκεανὸν περιοικοῦντες τοὺς πάλαι τῆς Ἀτλαντίδος βασιλέας τοὺς ἐκ τῆς Ποσειδῶνος σπορᾶς φέρειν ἐπὶ τῆς κεφαλῆς τὰς τῶν κριῶν τῶν ἀρρένων ταινίας, γνώρισμα τῆς ἀρχῆς τοῦτο: καὶ τὰς ἐκείνων γαμετὰς τὰς βασιλίδας τοὺς πλοκάμους τῶν ἑτέρων καὶ ἐκείνας φορεῖν τῆς ἀρχῆς ἔλεγχον. ἔστι δὲ ἄρα τοὺς μυκτῆρας τὸ ζῷον τοῦτο καρτερὸν δεινῶς, καὶ πολὺ πνεῦμα ἐσπνεῖ, καὶ ἕλκει ἀέρα ἐφ᾽ ἑαυτὸν πάμπολυν, θηρᾷ δὲ καὶ τὰς φώκας τὸν τρόπον τοῦτον. αἳ μὲν συνεῖσαι πλησίον που κριὸν εἶναι καὶ φέρειν σφίσιν [p. 368] ὄλεθρον, ὡς ὅτι τάχιστα ἐκνήχονται καὶ παρελθοῦσαι ἐς τὴν γῆν καὶ τὰς ὑπάντρους πέτρας ὑπελθοῦσαι καταδύονται, οἳ δὲ αἰσθόμενοι τὴν φυγὴν μεταθέουσι καὶ ἀντίοι στάντες τοῦ ἄντρου κατὰ τὴν τοῦ χρωτὸς ὀσμὴν ἔνδον εἶναί σφισι τὴν ἄγραν συνιᾶσι, καὶ ὡς ἴυγγί τινι βιαιοτάτῃ ἕλκουσι ταῖς ῥισὶ τὸν μεταξὺ ἑαυτῶν καὶ τῆς φώκης ἀέρα. δὲ ὡς βέλος δόρατος αἰχμὴν ἐκκλίνει τὴν τοῦ πνεύματος προσβολήν, καὶ τὰ μὲν πρῶτα ὑπαναχωρεῖ, τελευτῶσα δὲ ὑπὸ τῆς βιαιοτάτης ἕλξεως ἐκσπᾶται τοῦ ἄντρου, καὶ ἄκουσα ἀκολουθεῖ, ὥσπερ οὖν ἱμᾶσί τισιν σχοίνοις κατατεινομένη, καὶ τέτριγε καὶ γίνεται τῷ κριῷ δεῖπνον. τάς γε μὴν ἐκπεφυκυίας τῶν μυκτήρων τοῦ κριοῦ τρίχας οἱ ταῦτα ἐξετάζειν δεινοὶ λέγουσιν ἐς πολλὰ ἀγαθάς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: