previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


βουλῆς γενόμενος ῾καὶ οὔ τί που διὰ τοῦτο ἤδη τεκμηριῶσαι ἱκανός, δοκεῖ δέ μοι ἐπιστήμης τῆς ἁλιευτικῆς ἐς ἄκρον ἐλάσαι καὶ ὅσα ἔγνω εἰπεῖν κάλλιστα: εἰ δέ τί οἱ καὶ ἄλλο ἐσπούδασται τοῦδε σοβαρώτερον, καὶ σοφίας τῆς περὶ τὴν ψυχὴν προσέψαυσεν, οὐκ ἂν θαυμάσαιμἰ λέγει δὲ ὅδε ἀνήρ, ὑπὲρ ὅτου μὲν ἑτέρου τὴν ὁμιλίαν ἀναίνεται θήλεια οὐκ ἔχειν σαφῶς εἰδέναι, τεκμαίρεσθαι δὲ ἐκεῖνό φησιν. θήλεια οὐκ ἄλλως ὁμιλεῖ πρὸς τὸν ἄρρενα ὁρῶσα: καὶ μὲν ἐξέπλησε τὴν ἐπιθυμίαν κᾆτα ἀπηλλάγη, δὲ ἑαυτὴν ἐπιστρέψαι ἡκίστη ἐστὶ τῷ τε ὄγκῳ τοῦ χελωνίου καὶ ἐρεισθεῖσα ἐς τὴν γῆν. δεῖπνον οὖν ἕτοιμον ὑπὸ τοῦ γαμέτου καταλέλειπται τοῖς τε ἄλλοις [p. 381] ζῴοις καὶ οὖν καὶ τοῖς ἀετοῖς. αἱ μὲν οὖν ταῦτα ὀρρωδοῦσιν, ὡς ἐκεῖνος λέγει, οἵ γε μὴν ἄρρενες σωφρονούσας αὐτὰς καὶ τιθεμένας πρὸ τοῦ ἡδέος τὸ σωτήριον οὐκ ἔχουσιν ἀναπεῖσαι. οἳ δὲ φύσει τινὶ ἀπορρήτῳ ἴυγγα προσείουσιν ἐρωτικὴν καὶ δέους ἐπίληθον ἅπαντος. ἦσαν δὲ ἄρα ἐρωτικῶς ἐχούσης χελώνης ἴυγγες οὐκ ᾠδαὶ μὰ Δία, ὁποίας Θεόκριτος τῶν νομευτικῶν παιγνίων συνθέτης ληρεῖ, ἀλλ᾽ ἀπόρρητος πόα, ἧσπερ οὖν οὔτε ἐκεῖνος ὄνομα εἰδέναι φησίν, οὔτε ἄλλον ἐγνωκέναι ὁμολογεῖ: ἐοίκασι δὲ τῇ πόᾳ καλλωπίζεσθαι καί τινας ἀπορρήτους παλιώρας. εἰ γοῦν ἐκείνην διὰ στόματος ἔχοιεν, τὰ ἔμπαλιν γίνεται τῶν προειρημένων: θρύπτεται μὲν γὰρ ἄρρην, μεταθεῖ δὲ θήλεια τέως φεύγουσα νῦν φλεγομένη, καὶ ἐξοιστρᾶται καὶ ἱμείρει τῆς συνόδου: δέος δὲ ἐκείναις φροῦδόν ἐστι, καὶ ὑπὲρ ἑαυτῶν ὀρρωδοῦσιν ἥκιστα. Θεσσαλονίκῃ τῇ Μακεδονίτιδι χῶρός ἐστι γειτνιῶν καὶ καλεῖται Νίβας. οὐκοῦν οἱ ἐνταῦθα ἀλεκτρυόνες ᾠδῆς τῆς συμφυοῦς ἀμοιροῦσι καὶ σιωπῶσι πάντα πάντη. καὶ διαρρεῖ λόγος παροιμιώδης ἐπὶ τῶν ἀδυνάτων, ὃς λέγει ῾τότε ἂν ἔχοιτε τόδε τι, ὅταν Νίβας κοκκύσῃ.᾿

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: