previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐκ Σούσων τῶν Περσικῶν ἐς Μηδίαν ἀπιόντι [p. 385] ἐν τῷ δευτέρῳ σταθμῷ πάμπολύ τι λέγεται σκορπίων πλῆθος γίνεσθαι, ὥστε τὸν τῶν Περσῶν βασιλέα, ὁπότε διίοι, πρὸ τριῶν ἡμερῶν προστάττειν πᾶσι θηρεύειν αὐτούς, καὶ τῷ πλείστους θηράσαντι δῶρα διδόναι. εἰ γὰρ τοῦτο μὴ γένοιτο, χῶρος ἄβατός ἐστιν: ὑπὸ παντὶ γὰρ λίθῳ καὶ βώλῳ πάσῃ σκορπίος ἐστί. λέγουσι δὲ καὶ ὑπὸ σκολοπενδρῶν ἐξαναστῆναι Ῥοιτιεῖς: τοσοῦτο πλῆθος αὐτοῖς ἐπεφοίτησε τούτων. φασὶ δὲ καὶ ἐν Κυρήνῃ μυῶν διάφορα γίνεσθαι γένη οὐ μόνον ταῖς χρόαις, ἀλλὰ καὶ ταῖς μορφαῖς: ἐνίους γὰρ αὐτῶν πλατυπροσώπους εἶναι καθάπερ τὰς γαλᾶς, καὶ αὖ πάλιν ἄλλους ἐχινώδεις, οὕσπερ οὖν καὶ οἱ ἐπιχώριοι καλοῦσι ἐχινέας. ἐν Αἰγύπτῳ δὲ ἀκούω δίποδας εἶναι μῦς, καὶ μεγίστους. μεγέθει φύεσθαι, τοῖς γε μὴν ἐμπροσθίοις ποσὶν ὡς χερσὶ χρῆσθαι: εἶναι γὰρ αὐτοὺς τῶν ὄπισθεν βραχυτέρους. βαδίζουσι δὲ ὀρθοὶ ἐπὶ τοῖν δυοῖν ποδοῖν: ὅταν δὲ διώκωνται, πηδῶσι. Θεόφραστος λέγει ταῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: