previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὴ ἁλιεῖς φασιν: Δημοστράτου δὲ καὶ οὗτος λόγος. πληρουμένης μὲν τῆς σελήνης τὸν ἰχθὺν τόνδε ᾑρημένον πεπληρῶσθαί τε αὐτὸν καὶ πληροῦν καὶ τὰ δένδρα, ἐὰν τούτοις προσαρτήσῃς φέρων αὐτόν: ληγούσης δὲ ἄρα ὑποτετῆχθαι καὶ ἐκλείπειν, καὶ φυτοῖς προσαχθέντα αὐαίνειν αὐτά. ὀρυττομένων τε φρεάτων, ἐὰν μὲν τοῦ μηνὸς ὑποφαινομένου ἐς τὸ εὑρεθὲν ὕδωρ ἐμβάλῃ τις τὸν ἰχθὺν τοῦτον, ἀέναον ἔσται τὸ ὕδωρ καὶ οὐκ ἐπιλείψει ποτέ: εἰ δὲ ὑπολήγοντος, λήξει τὸ ὕδωρ. καὶ μέντοι καὶ ἐς πηγὴν ὑπανατέλλουσαν εἰ τὸν αὐτὸν ἐμβάλοις ἰχθύν, ἕξεις πεπληρωμένην αὐτὴν κενὸν τὸν χῶρον τὸ ἐντεῦθεν. ὅπως μὲν ἐσνέουσί τε ἐς τὴν Προποντίδα, καὶ ὅπως ἐκνέουσιν ἄρα οἱ θύννοι, οἶδα εἰπὼν ἄνω που τῶν λόγων τῶνδε: νοείτω δέ μοί τις ἐνταῦθα Ἡράκλειαν καὶ Τίον καὶ Ἄμαστριν, πόλεις Ποντικάς. οὐκοῦν οἱ τόνδε τὸν χῶρον πάντα οἰκοῦντες τὴν τῶν θύννων ἐπιδημίαν ἴσασι κάλλιστα, καὶ μέντοι καὶ ἀφικνοῦνται τηνικάδε τοῦ ἔτους, καὶ ὅπλα κατ᾽ αὐτῶν εὐτρέπισται πολλά, ναῦς καὶ δίκτυα καὶ σκοπιὰ ὑψηλή. σκοπιὰ δὲ ἄρα αὕτη ἐπί τινος αἰγιαλοῦ παγεῖσα ἀνέστηκεν ἐν περιωπῇ σφόδρα ἐλευθέρᾳ: καὶ αὐτῆς τὸ ποίημα περιηγήσασθαι ἐμοὶ μὲν οὐκ ἔστι μόχθος, σοὶ δὲ τῷ ἀκούοντι τῆς τῶν ὤτων τρυφῆς τ ἐκειν. δύο πρέμνα ἐλάτης ὑψηλὰ δοκίσι πλατείαις διειλημμένα ἕστηκε, πυκναῖς ταύταις διυφασμέναις καὶ ἀνελθεῖν τῷ σκοπῷ καὶ ἐπιβῆναι μάλα ἀγαθαῖς. αἱ δὲ ναῦς ἐρέτας ἑκάστη καὶ ἓξ ἔχει [p. 370] παρ᾽ ἑκάτερα νεανίας εὖ μάλα ἐρέττοντας: δίκτυα δὲ προμήκη, οὐ κοῦφα λίαν καὶ ἀνεχόμενα τοῖς φελλοῖς, μολίβῳ γε μὴν βριθόμενα μᾶλλον. ἀθρόαι δὲ ἄρα αἱ τῶνδε τῶν ἰχθύων ἀγέλαι ἐσνέουσιν. ἦρος δὲ ὑπολάμποντος καὶ τῶν ἀνέμων εἰρηναῖον ἤδη καταπνεόντων καὶ τοῦ ἀέρος φαιδροῦ τε ὄντος καὶ ῾̣̣̓ονεὶ μειδιῶντος καὶ τοῦ κύματος κειμένου καὶ λείας οὕσης τῆς θαλάττης σκοπὸς ἰδὼν σοφίᾳ τινὶ ἀπορρήτῳ καὶ φύσει ὄψεως ὀξυωπεστάτῃ λέγει μὲν τοῖς θηραταῖς ὁπόθεν ἀφικνοῦνται: εἰ δέοι γε μὴν πρὸς τὴν ἀκτὴν παρατεῖναι τὰ δίκτυα, καὶ τοῦτο ἐκδιδάσκει: εἰ δὲ ἐνδοτέρω, δίδωσιν ὥσπερ οὖν στρατηγὸς τὸ σύνθημα χορολέκτης τὸ ἐνδόσιμον: ἐρεῖ γε μὴν πολλάκις καὶ τὸν πάντα ἀριθμόν, καὶ οὐχ ἁμαρτήσεται τοῦ σκοποῦ. ἐκεῖνα δὲ ὁποῖα. ὅταν ἑαυτοὺς ὠθήσωσιν ἐς τὸ πέλαγος τῶν θύννων ἴλη, τὴν σκοπιὰν φυλάττων καὶ ἀκριβῶν τὴν τῶν προειρημένων ἱστορίαν καὶ μάλα ὀξὺ ἐκβοήσας λέγει διώκειν ἐκεῖθι καὶ τοῦ πελάγους ἐρέττειν εὐθύ. οἳ δὲ ἐξαρτήσαντες ἐλάτης τῶν τὸν σκοπὸν ἀνεχουσῶν τῆς ἑτέρας σχοῖνον εὖ μάλα μακρὰν τῶν δικτύων ἐχομένην, εἶτα ἐπαλλήλοις ταῖς ναυσὶν ἐρέττουσι κατὰ στοῖχον, ἔχονταί τε ἀλλήλων, ἐπεί τοι καὶ τὸ δίκτυον ἐφ᾽ ἑκάστῃ διῄρηται. καὶ γε πρώτη τὴν ἑαυτῆς ἐκβαλοῦσα μοῖραν τοῦ δικτύου ἀναχωρεῖ, εἶτα δευτέρα δρᾷ τοῦτο καὶ τρίτη, καὶ δεῖ καθεῖναι τὴν τετάρτην: οἱ δὲ τὴν πέμπτην ἐρέττοντες ἔτι μέλλουσι, τοὺς δὲ ἐπὶ ταύτῃ οὐ χρὴ καθεῖναί πω: εἶτα ἐρέττουσι ἄλλοι ἄλλῃ καὶ ἄγουσι τοῦ δικτύου τὴν μοῖραν, εἶτα ἡσυχάζουσι. νωθεῖς δὲ ἄρα ὄντες οἱ θύννοι καὶ ἔργον τι τόλμης ἐχόμενον ἀδυνατοῦντες δρᾶσαι, πεπιεσμένοι μένουσί τε καὶ ἀτρεμοῦσιν: οἱ [p. 371] δὲ ἐρέται, ὡς ἁλούσης πόλεως, αἱροῦσιν ἰχθύων ποιητὴς ἂν εἴποι δῆμον. οὐκοῦν, φίλοι Ἕλληνες, καὶ Ἐρετριεῖς ἴσασι ταῦτα καὶ Νάξιοι κατὰ κλέος, τῆς θήρας τῆς τοιαύτης μαθόντες ὅσα Ἡρόδοτός τε καὶ ἄλλοι λέγουσι. τὰ δὲ ἔτι λοιπὰ τῆς θήρας ἀκούσεσθε ἄλλων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: