previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἰσὶν ἀγέλαι. οὐκοῦν ἀναβαινόντων τῶν ὄνων τὰς ἵππους, ὑπομένειν ἐκείνας λέγουσι, καὶ ἥδεσθαι τῇ μίξει, καὶ τίκτειν ἡμιόνους πυρροὺς τὴν χρόαν καὶ ἄγαν δρομικούς, δυσλόφους δὲ καὶ δυσγαργάλεις ἄλλως. ποδάγραις δὲ τούτους αἱροῦσιν, εἶτα ἀνάγεσθαι τῷ τῶν Πρασίων βασιλεῖ φασι: καὶ διετεῖς μὲν ἑαλωκότας μὴ ἀναίνεσθαι τὴν πώλευσιν, πρεσβυτέρους δὲ μὴ διαφέρειν τῶν καρχάρων θηρίων καὶ σαρκοφάγων μηδὲ ἕν. ἐν Πρασίοις δὲ τοῖς Ἰνδικοῖς εἶναι γένος πιθήκων φασὶν ἀνθρωπόνουν, ἰδεῖν δέ εἰσι κατὰ τοὺς Ὑρκανοὺς κύνας τὸ μέγεθος, προκομία τε αὐτῶν ὁρᾶται συμφυής: εἴποι δ᾽ ἂν μὴ τὸ ἀληθὲς εἰδὼς ἀσκητὰς εἶναι αὐτάς. γένειον δὲ αὐτοῖς ὑποπέφυκε σατυρῶδες, δὲ οὐρὰ κατὰ τὴν τῶν λεόντων ἀλκαίαν ἐστί. καὶ τὸ μὲν ἄλλο πᾶν σῶμα πεφύκασι λευκοί, τὴν δὲ κεφαλὴν καὶ τὴν οὐρὰν ἄκραν εἰσὶ πυρροί. σώφρονες δὲ καὶ φύσει τιθασοί: εἰσὶ δὲ ὑλαῖοι τὴν δίαιταν, καὶ σιτοῦνται τῶν ὡραίων τὰ ἄγρια. φοιτῶσι δὲ ἀθρόοι ἐς τὰ τῆς Λατάγης προάστεια ῾πόλις δέ ἐστιν Ἰνδῶν Λατάγἠ, καὶ τὴν προτεθειμένην αὐτοῖς ἐκ βασιλέως ἑφθὴν ὄρυζαν σιτοῦνται: ἀνὰ πᾶσαν δὲ ἡμέραν ἥδε δαὶς αὐτοῖς εὐτρεπὴς πρόκειται. [p. 392] ἐμφορηθέντας δὲ ἄρα αὐτοὺς ἀναχωρεῖν αὖθις ἐς τὰ ἤθη τὰ ὑλαῖά φασι σὺν κόσμῳ, καὶ σίνεσθαι τῶν ἐν ποσὶν οὐδὲ ἕν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: