previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θυμόσοφα δὲ καὶ παρ᾽ ἡμῖν ζῷά ἐστιν, οὐ μὴν ὅσα ἐν Ἰνδοῖς ἀλλὰ ὀλίγα. ἐκεῖ δὲ τε ἐλέφας τοιοῦτός ἐστι καὶ σιττακὸς καὶ αἱ σφίγγες καὶ οἱ καλούμενοι σάτυροι: σοφὸν δὲ ἄρα ἦν καὶ μύρμηξ Ἰνδός. οἱ μὲν οὖν ἡμεδαποὶ τὰς ἑαυτῶν χειὰς καὶ ὑποδρομὰς ὑπὸ τὴν γῆν ὀρύττουσι, καὶ φωλεούς τινας κρυπτοὺς ἀποφαίνουσι γεωρυχοῦντες, καὶ μεταλλείαις ὡς εἰπεῖν τισιν ἀπορρήτοις καὶ λανθανούσαις καταξαίνονται: ἀλλὰ οἵ γε Ἰνδοὶ μύρμηκες οἰκίσκους τινὰς συμφορητοὺς ἐργάζονται, καὶ τούτους γε οὐκ ἐν χωρίοις ὑπτίοις καὶ λείοις καὶ ἐπικλυζομένοις ῥᾷστα, ἀλλὰ μετεώροις καὶ ὑψηλοῖς. ἐν αὐτοῖς δὲ περιόδους τινὰς καὶ ὡς εἰπεῖν σύριγγας Αἰγυπτίας λαβυρίνθους Κρητικοὺς σοφίᾳ τινὶ ἀπορρήτῳ διατρήσαντες οἰκεῖα ἑαυτοῖς ἀπέφηναν, οὐκ εὐθυτενῆ καὶ ῥᾴδια παρελθεῖν ἀλλ᾽ ἑλιγμοῖς καὶ διατρήσεσι λοξά: καὶ ἀπολείπουσί γε ἐπιπολῆς μίαν ὀπήν, δι᾽ ἧς εἰσίασί τε αὐτοὶ καὶ τὰ σπέρματα ὅσα ἐκλέγουσι, εἶτα ἐς τοὺς ἑαυτῶν θησαυροὺς ἐσκομίζουσι. παλαμῶνται δὲ ἄρα τὰς ἐν ὕψει φωλεύσεις ὑπὲρ τοῦ τὰς ἐκ τῶν ποταμῶν ἀναχύσεις τε καὶ ἐπικλύσεις διαδιδράσκειν. καὶ αὐτοῖς ὑπὲρ τῆσδε τῆς σοφίας περιγίνεται [p. 395] ὥσπερ ἐν σκοπιαῖς τισιν νήσοις κατοικεῖν, ὅταν τῶν λοφιδίων ἐκείνων τὰ κύκλῳ περιλιμνάζηται. τὰ δ᾽ οὖν χώματα ἐκεῖνα, καίτοι συμπεφορημένα, τοσοῦτον ἀποδεῖ τοῦ λύεσθαί τε καὶ διαξαίνεσθαι ὑπὸ τῆς περικλύσεως, ὡς καὶ κρατύνεσθαι αὐτά, πρῶτον μὲν ὑπὸ τῆς ἑῴας δρόσου: ἐπαμφιέννυται γὰρ ὡς εἰπεῖν ἐκ ταύτης πάγου τινὰ χιτῶνα ὑπόλεπτον, πλὴν καρτερόν: εἶτα μέντοι δεσμεύεται κάτω βρυώδει τῆς ποταμίας ἰλύος φλοιῷ. καὶ μυρμήκων μὲν Ἰνδῶν πέρι Ἰόβᾳ πάλαι, ἐμοὶ δὲ νῦν ἐς τοσοῦτον λελέχθω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: