previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν δὲ τῇ καλουμένῃ Μεγάλῃ θαλάττῃ καὶ νῆσον ᾄδουσι μεγίστην, καὶ ὄνομα αὐτῆς ἀκούω Ταπροβάνην: πάνυ δὲ δολιχὴν πυνθάνομαι καὶ ὑψηλὴν τὴν νῆσον εἶναι, καὶ μῆκος μὲν ἔχειν σταδίων ἑπτακισχιλίων, πλάτος δὲ πεντακισχιλίων, καὶ ἔχειν οὐ πόλεις, ἀλλὰ κώμας πεντήκοντα καὶ ἑπτακοσίας: στέγας δὲ ἔχουσιν ἔνθα κατάγονται οἱ ἐπιχώριοι ἐκ ξύλων πεποιημένας, ἤδη δὲ καὶ δονάκων. τίκτονται δὲ ἄρα ἐν ταύτῃ τῇ θαλάττῃ καὶ χελῶναι μέγισται, ὧνπερ οὖν τὰ ἔλυτρα ὄροφοι γίνονται: καὶ γάρ ἐστι καὶ πεντεκαίδεκα πήχεων ἓν χελώνιον, ὡς ὑποικεῖν οὐκ ὀλίγους: καὶ ἡλίους πυρωδεστάτους ἀποστέγει, καὶ σκιὰν ἀσμένοις παρέχει, πρός γε μὴν τῶν ὄμβρων τὰς καταφορὰς ἀντίτυπόν ἐστι, καὶ κεράμου παντὸς καρτερώτερον, τάς τε ἐμβολὰς τῶν ὑετῶν ἀποσείεται, καὶ κροτούμενον ἀκούουσιν οἱ ὑποικοῦντες, ὡς ἔς τι τέγος ἐμπιπτόντων τῶν ὑδάτων. οὐ δέονταί γε μὴν ὡς κέραμον ῥαγέντα ἀμεῖψαι: σκληρὸν γὰρ τὸ χελώνιον, καὶ ἔοικεν ὑπορωρυγμένῃ πέτρᾳ καὶ ὑπάντρῳ τε καὶ αὐτορόφῳ στέγῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: