previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοίνυν νῆσος ἐν τῇ μεγάλῃ θαλάττῃ, ἣν καλοῦσι Ταπροβάνην, ἔχει φοινικῶνας μὲν θαυμαστῶς πεφυτευμένους ἐς στοῖχον, ὥσπερ οὖν ἐν τοῖς ἁβροῖς τῶν παραδείσων οἱ τούτων μελεδωνοὶ φυτεύουσι τὰ δένδρα τὰ σκιαδηφόρα, ἔχει δὲ καὶ νομὰς ἐλεφάντων πολλῶν καὶ μεγίστων. καὶ οἵ γε νησιῶται ἐλέφαντες τῶν ἠπειρωτῶν ἀλκιμώτεροί τε τὴν ῥώμην [p. 397] καὶ μείζους ἰδεῖν εἰσί, καὶ θυμοσοφώτεροι δὲ πάντα πάντη κρίνοιντο ἄν. κομίζουσί τε οὖν αὐτοὺς ἐς τὴν ἀντιπέρας ἤπειρον ναῦς μεγάλας τεκτηνάμενοι ῾ἔχει γὰρ δήπου καὶ δάση νῆσοσ᾽, πιπράσκουσί τε διαπλεύσαντες τῷ βασιλεῖ τῷ ἐν Καλίγγαις. διὰ μέγεθος δὲ ἄρα τῆς νήσου οὐδὲ ἴσασιν οἱ τὰ μέσα αὐτῆς οἰκοῦντες τὴν θάλατταν, ἀλλὰ ἠπειρώτην μὲν βίον τρίβουσι, περιερχομένην δὲ αὐτοὺς καὶ κυκλουμένην πυνθάνονται θάλατταν. οἱ δὲ τῇ θαλάττῃ πρόσοικοι τῆς μὲν ἄγρας τῆς τῶν ἐλεφάντων ἀμαθῶς ἔχουσιν, ἀκοῇ δὲ αὐτὴν ἴσασι μόνῃ: περί γε μὴν τὰς τῶν ἰχθύων καὶ τὰς τῶν κητῶν ἄγρας τίθενται τὴν σπουδήν. τὴν γάρ τοι θάλατταν τὴν περιερχομένην τὸν τῆς νήσου κύκλον ἄμαχόν τι πλῆθος καὶ ἰχθύων καὶ κητῶν τρέφειν φασί, καὶ ταῦτα μέντοι καὶ λεόντων ἔχειν κεφαλὰς καὶ παρδάλεων καὶ λύκων καὶ κριῶν δέ, καὶ τὸ ἔτι θαῦμα σατύρων μορφὰς κήτη ἔστιν περιφέρει καὶ γυναικῶν ὄψιν, αἷσπερ ἀντὶ πλοκάμων ἄκανθαι προσήρτηνται. ἔχειν δὲ καὶ ἄλλας τινὰς ὑμνοῦσιν ἐκτόπους μορφάς, ὧν τὰ εἴδη μηδ᾽ ἂν τοὺς δεινοὺς γράφειν καὶ κράσεις σωμάτων συμπλέκειν ἐς τερατείαν ὄψεων ἀκριβῶσαί ποτε καὶ σοφίᾳ γραφικῇ παραστῆσαι δύνασθαι ἄν: προμήκη δὲ ἔχει τὰ οὐραῖα καὶ ἑλικτά, πόδας γε μὴν χηλὰς πτερύγια. πυνθάνομαι δὲ αὐτὰ καὶ ἀμφίβια εἶναι, καὶ νύκτωρ μὲν ἐπινέμεσθαι τὰς ἀρούρας: πόαν μὲν γὰρ ἐσθίειν τῶν ἀγελαίων τε καὶ σπερμολόγων δίκην, χαίρειν δὲ καὶ τῷ φοίνικι τῷ δρυπεπεῖ, διασείειν τε ἐκ τούτου τὰ δένδρα ταῖς σπείραις περιβάλλοντα αὐτὰς ὑγρὰς οὔσας καὶ οἵας περιπλέκεσθαι. τοῦτον οὖν τὸν φοίνικα ἐκ τοῦ σεισμοῦ τοῦ βιαίου καταρρέοντα ἐπινέμεσθαι. ὑπολήγει δὲ ἄρα νύξ, καὶ σαφὴς οὔπω ἡμέρα, καὶ ἐκεῖνα [p. 398] ἠφανίσθη καταδύντα ἐς τὸ πέλαγος, ἑῴου μέλλοντος ὑπολάμπειν. εἶναι δὲ καὶ φαλαίνας φασὶ πολλάς, οὐ μὴν ἐς τὴν γῆν προϊέναι αὐτάς, τοὺς θύννους ἐλλοχώσας. καὶ δελφίνων δὲ γένη δύο φασὶν εἶναι, τὸ μὲν ἄγριον καὶ κάρχαρον καὶ ἀφειδέστατον ἐς τοὺς ἁλιέας καὶ σφόδρα ἄνοικτον, τὸ δὲ πρᾶόν τε καὶ τιθασὸν φύσει. περισκιρτᾷ γοῦν καὶ περινήχεται, καὶ ἔοικε κυνιδίῳ αἰκάλλοντι, καὶ ψηλαφήσεις, δὲ ὑπομενεῖ: κἂν τροφὴν ἐμβάλῃς, ἀσμένως λήψεται

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: